Book 3
13.89
ἐς δὲ τὸ ἄστυ τῆς ἀγγελίας ἀφικομένης θόρυβος ἦν καὶ φόβος ἄπλετος, διαθεόντων τε ἀκόσμως καὶ γύναιά τινων ἢ παῖδας ἢ ὅσα τιμιώτατα ἄλλα ἐς ἀγροὺς ἢ τὰ ἐρυμνὰ τῆς πόλεως μεταφερόντων· οὐ γάρ πω σαφοῦς ὄντος, ὅτι μόνης ὀρέγοιτο ὑπατείας, πολέμιον στρατὸν ἐπιέναι σὺν ὀργῇ πυνθανόμενοι ἐς πάντα ἐδεδοίκεσαν. ἡ βουλὴ δʼ ἐξεπέπληκτο ἀμέτρως, οὐδεμιᾶς αὑτοῖς οὔσης ἑτοίμου δυνάμεως, ἀλλήλους τε, οἷον ἐν τοῖς φόβοις γίγνεται, κατεμέμφοντο, οἱ μὲν ὅτι τὴν στρατιὰν αὐτὸν ἀφέλοιντο τὴν ἐπὶ τὸν Ἀντώνιον ὑβριστικῶς, οἱ δὲ τῆς ἐς τὸν θρίαμβον ὑπεροψίας, οὐκ ἄδικον ὄντα, οἱ δὲ τοῦ φθόνου τῆς διανεμήσεως τῶν χρημάτων, οἱ δὲ οὐδὲ ἑνδέκατον ἐπιγράψαντες· οἱ δὲ αὐτὰ τὰ ἆθλα, οὔτε ὀξέως οὔτε ἐντελῆ διδόμενα, τὴν στρατιὰν σφίσιν ἔλεγον ἐκπολεμῶσαι. τῆς τε φιλονικίας τὸ ἄκαιρον μάλιστα ἐμέμφοντο, Βρούτου μὲν καὶ Κασσίου πορρωτέρω τε ὄντων καὶ συνισταμένων ἔτι, ἐν δὲ πλευραῖς Ἀντωνίου καὶ Λεπίδου πολεμίων· οὓς ὅτε ἐνθυμηθεῖεν Καίσαρι συναλλαγήσεσθαι, πάμπαν ἤκμαζεν ὁ φόβος. Κικέρων τε, ὃς τέως αὐτοῖς ἐπεπόλαζεν, οὐδὲ ἐφαίνετο.
13.90
ἀθρόα δὴ πάντων ἐς πάντα ἦν μετάθεσις, ἀντὶ μὲν δισχιλίων καὶ πεντακοσίων δραχμῶν τὰς πεντακισχιλίας, ἀντὶ δὲ τῶν δύο τελῶν τοῖς ὀκτὼ δοθῆναι, Καίσαρά τε αὐτοῖς ἀντὶ τῶν δέκα ἀνδρῶν διανέμειν καὶ ἐς τὴν ὕπατον ἀρχὴν παραγγέλλειν ἀπόντα. πρέσβεις τε ἐξέτρεχον, οἳ τάδε φράσειν ἔμελλον αὐτῷ κατὰ σπουδήν. ὧν ἄρτι τῆς πόλεως ἐκδραμόντων μετάνοια ἐνέπιπτε τῇ βουλῇ, μὴ δεῖν οὕτως ἀνάνδρως καταπεπλῆχθαι, μηδὲ ἑτέραν ἐνδέξασθαι τυραννίδα ἀναιμωτί, μηδὲ ἐθίσαι τοὺς ἀρχῆς ἐφιεμένους ἐκ βίας τυγχάνειν, μηδὲ τοὺς στρατευομένους ἐξ ἐπιτάγματος ἄρχειν τῆς πατρίδος, ὁπλισαμένους δὲ ἐκ τῶν ἐνόντων τοὺς νόμους τοῖς ἐπιοῦσι προτείνειν· προσδοκᾶν γὰρ οὐδὲ ἐκείνους νόμων προτεινομένων ὅπλα τῇ πατρίδι ἐποίσειν· εἰ δὲ φέροιεν, ἀνέχεσθαί τε πολιορκίας, μέχρι Δέκμος ἢ Πλάγκος ἔλθοι; καὶ ἀμύνεσθαι μέχρι θανάτου μᾶλλον ἢ ἑκόντας ἐνδέξασθαι δουλείαν ἄνωθεν ἀδιόρθωτον· τά τε ἀρχαῖα Ῥωμαίων ἐπὶ ἐλευθερίᾳ φρονήματα καὶ πάθη, πρὸς οὐδὲν ἐνδόντων ὑπὲρ ἐλευθερίας, ἀνελέγοντο.