Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

14.98 ἁλοὺς δὲ ὑπὸ λῃστῶν καὶ δεθείς, ἤρετο μὲν ὅτου Κελτῶν δυνάστου τὸ ἔθνος εἴη, μαθὼν δʼ ὅτι Καμίλου, πολλὰ πεποιηκὼς εὖ τὸν Κάμιλον, ἄγειν αὑτὸν αὐτοῖς ἐς τὸν Κάμιλον ἐκέλευεν. ὁ δὲ ἀχθέντα ἰδὼν ἐφιλοφρονεῖτο μὲν ἐς τὸ φανερὸν καὶ τοῖς δήσασιν ἐπεμέμφετο ὑπʼ ἀγνοίας ἐνυβρίσασιν ἀνδρὶ τοσῷδε, κρύφα δʼ ἐπέστελλεν Ἀντωνίῳ. καὶ ὁ Ἀντώνιός τι παθὼν ἐπὶ τῇ μεταβολῇ οὐχ ὑπέστη τὸν ἄνδρα ἰδεῖν, ἀλλʼ ἐκέλευσε τῷ Καμίλῳ κτείναντα τὴν κεφαλὴν ἐς αὑτὸν ἐκπέμψαι· καὶ τὴν κεφαλὴν ἰδὼν ἐκέλευσε τοῖς παροῦσι θάψαι. τοῦτο Δέκμῳ τέλος ἦν, ἱππάρχῃ τε Καίσαρος γενομένῳ καὶ ἄρξαντι τῆς παλαιᾶς Κελτικῆς ὑπʼ ἐκείνῳ καὶ ἐς τὸ μέλλον ἔτος ὑπατεύειν ὑπʼ αὐτοῦ κεχειροτονημένῳ καὶ τῆς ἑτέρας Κελτικῆς ἄρχειν. καὶ δεύτερος τῶν σφαγέων οὗτος ἐπὶ Τρεβωνίῳ δίκην ἐδίδου μετʼ ἐνιαυτόν που καὶ ἥμισυ τῆς ἀναιρέσεως. τῷ δʼ αὐτῷ χρόνῳ καὶ Μινούκιος Βάσιλος, σφαγεὺς καὶ ὅδε Καίσαρος, ὑπὸ τῶν θεραπόντων ἀνῃρέθη, εὐνουχίζων τινὰς αὐτῶν ἐπὶ τιμωρίᾳ.
← Previous 80 / 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme