Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

2.12 ὁ δὲ καὶ τῷ πλήθει τῶν εἰς αὐτὸν ἀφικνουμένων καὶ τῇ Καίσαρος αὐτοῦ δόξῃ τε καὶ τῇ πάντων εἰς ἐκεῖνον εὐνοία θαρρῶν ὥδευεν ἐς Ῥώμην σὺν ἀξιολόγῳ πλήθει, αὐξομένῳ μᾶλλον ἑκάστης ἡμέρας οἷα χειμάρρῳ, φανερᾶς μὲν ἐπιβουλῆς ὢν ἀμείνων διὰ τὸ πλῆθος, ἐνέδρας δὲ διʼ αὐτὸ καὶ μάλιστα ὑφορώμενος, ἀρτιγνώστων οἱ τῶν συνόντων σχεδὸν ὄντων ἁπάντων. τὰ δὲ τῶν πόλεων τῶν μὲν ἄλλων οὐ πάντῃ πρὸς αὐτὸν ἦν ὁμαλά· οἱ δὲ τῷ Καίσαρι στρατευσάμενοί τε καὶ ἐς κληρουχίας διῃρημένοι συνέτρεχον ἐκ τῶν ἀποικιῶν ἐπὶ χάριτι τοῦ μειρακίου καὶ τὸν Καίσαρα ὠλοφύροντο καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν οὐκ ἐπεξιόντα τηλικούτῳ μύσει καὶ σφᾶς ἔλεγον, εἴ τις ἡγοῖτο, ἀμυνεῖν. οὓς ὁ Καῖσαρ ἐπαινῶν καὶ ἀνατιθέμενος ἐν τῷ παρόντι ἀπέπεμπεν. ὄντι δʼ αὐτῷ περὶ Ταρρακίνας, ἀπὸ τετρακοσίων που Ῥώμης σταδίων, ἀγγέλλεται Κάσσιός τε καὶ Βροῦτος ἀφῃρημένοι πρὸς τῶν ὑπάτων Συρίαν καὶ Μακεδονίαν καὶ ἐς παρηγορίαν βραχύτερα ἔτερα Κυρήνην καὶ Κρήτην ἀντειληφότες, φυγάδων τέ τινων κάθοδοι καὶ Πομπηίου μετάκλησις καὶ ἀπὸ τῶν Καίσαρος ὑπομνημάτων ἔς τε τὴν βουλὴν ἐγγραφαί τινων καὶ ἕτερα πολλὰ γιγνόμενα.
2.13 ὡς δʼ ἐς τὴν πόλιν ἀφίκετο, ἡ μὲν μήτηρ αὖθις καὶ Φίλιππος ὅσοι τε ἄλλοι κηδεμόνες ἦσαν αὐτοῦ, ἐδεδοίκεσαν τήν τε τῆς βουλῆς ἐς τὸν Καίσαρα ἀλλοτρίωσιν καὶ τὸ δόγμα, μὴ εἶναι δίκας ἐπὶ Καίσαρι φόνου, καὶ τὴν Ἀντωνίου τότε δυναστεύοντος ἐς αὐτὸν ὑπεροψίαν, οὔτε ἀφικομένου πρὸς τὸν Καίσαρος υἱὸν ἐλθόντα οὔτε προσπέμψαντος αὐτῷ· ὁ δὲ καὶ ταῦτʼ ἐπράυνεν, αὐτὸς ἀπαντήσειν ἐς τὸν Ἀντώνιον εἰπὼν οἷα νεώτερος ἐς πρεσβύτερον καὶ ἰδιώτης ἐς ὕπατον καὶ τὴν βουλὴν θεραπεύσειν τὰ εἰκότα. καὶ τὸ δόγμα ἔφη γενέσθαι μηδενός πω τοὺς ἀνδροφόνους διώκοντος· ἀλλʼ ὁπότε θαρρήσας τις διώκοι, καὶ τὸν δῆμον ἐπικουρήσειν καὶ τὴν βουλὴν ὡς ἐννόμῳ καὶ τοὺς θεοὺς ὡς δικαίῳ καὶ τὸν Ἀντώνιον ἴσως. εἰ δὲ καὶ τοῦ κλήρου καὶ τῆς θέσεως ὑπερίδοι, ἔς τε τὸν Καίσαρα ἁμαρτήσεσθαι καὶ τὸν δῆμον ἀδικήσειν εἰς τὴν διανομήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme