Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

1.1 δύο μὲν δὴ Γαΐου Καίσαρος φονεῖς οὕτω δίκην, ἐν ταῖς σφετέραις αὐτῶν στρατηγίαις ἐκπολεμηθέντες, ἐδεδώκεσαν, Τρεβώνιος ἐν τῇ Ἀσίᾳ καὶ Δέκμος ἐν τῇ Κελτικῇ· ὅπως δὲ ἔδοσαν Κάσσιός τε καὶ Βροῦτος, οἳ καὶ μάλιστα τῆς ἐπιβουλῆς ἐπὶ τῷ Καίσαρι ἦρξαν, καὶ γῆς ἐκράτουν ἀπὸ Συρίας ἐπὶ Μακεδονίαν ἁπάσης, καὶ στρατὸς ἦν αὐτοῖς πολύς, ἱππικός τε καὶ ναυτικὸς καὶ ὁπλιτῶν ὑπὲρ εἴκοσι τέλη, καὶ νῆες ὁμοῦ καὶ χρήματα, ἡ τετάρτη τῶν ἐμφυλίων ἥδε ὑποδείκνυσιν. ἅμα δὲ τούτοις ἐγίγνοντο αἱ ἐν Ῥώμῃ τῶν ἐπὶ θανάτῳ προγραφέντων ἔρευναί τε καὶ εὑρέσεις καὶ παθήματα πάμπαν ἐπαχθῆ, οἷα οὔτε ἐπὶ Ἑλλήνων ἐν στάσεσιν ἢ πολέμοις οὔτʼ ἐπὶ Ῥωμαίων αὐτῶν ἐμνημονεύετο γενέσθαι, πλὴν ἐπὶ μόνου Σύλλα τοῦ πρώτου τοὺς ἐχθροὺς ἐς θάνατον προγράψαντος. Μάριος μὲν γὰρ ἐζήτει καὶ ἐκόλαζεν, οὓς εὕροι· Σύλλας δὲ ὑπὸ μισθοῖς τε μεγάλοις καὶ κολάσεσι τῶν ἐπικρυψάντων ὁμοίαις τὸν ἐντυχόντα κτείνειν προέγραφεν. καὶ τὰ μὲν ἀμφὶ Μάριόν τε καὶ Σύλλαν ἐν τοῖς περὶ ἐκείνων προείρηται, τὰ δὲ ἑξῆς οὕτως ἐγένετο.
1 / 107 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme