Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

17.132 ὧδε μὲν δὴ Κάσσιος καὶ Βροῦτος ἐθνῃσκέτην, ἄνδρε Ῥωμαίων εὐγενεστάτω τε καὶ περιφανεστάτω καὶ ἐς ἀρετὴν ἀδηρίτω, χωρὶς ἄγους ἑνός, ὥ γε καὶ Γάιος Καῖσαρ, ὄντε τῆς Μάγνου Πομπηίου μοίρας, ἐκ μὲν ἐχθροῖν καὶ πολεμίοιν ἐποιήσατο φίλω, ἐκ δὲ φίλοιν ἦγεν ὡς υἱώ. καὶ ἡ βουλὴ περιποθήτω τε εἶχεν αἰεὶ καὶ ἀτυχήσαντε ἐλεεινὼ δυοῖν τε τούτοιν ἕνεκα πᾶσιν ἀμνηστίαν ἐτίθετο καὶ φυγόντοιν αὐτοῖν ἔπεμψεν ἡγεμονίας, ἵνα μὴ φυγάδες εἶεν, οὐκ ἀμελοῦσα μὲν Γαΐου Καίσαρος οὐδὲ ἐφηδομένη τοῖς γεγονόσιν, ὅπου καὶ ζῶντα τῆς ἀρετὴς καὶ τύχης ἐθαύμαζε καὶ ἀποθανόντα ἔθαπτε δημοσίᾳ καὶ ἐκύρου τὰ ἔργα ἀθάνατα εἶναι ἀρχάς τε καὶ ἡγεμονίας ἐς πολὺ ἐκ τῶν ὑπογραφῶν ἐποίει τῶν Καίσαρος, οὐδὲν ἡγουμένη κρεῖσσον εὑρήσειν ὧν ἐκεῖνος ἐνόησεν. ἀλλʼ ἡ περὶ τώδε τὼ ἄνδρε σπουδὴ καὶ δέος τὸ ὑπὲρ αὐτοῖν προήγαγεν αὐτὴν ἐς ὑπεροψίαν διαβολῆς· οὕτως ἅπασιν ἐγενέσθην τιμίω. ἐγενέσθην δὲ καὶ τῶν φυγόντων τοῖς ἀρίστοις τιμιωτέρω Πομπηίου, πλησιάζοντος καὶ οὐκ ἀδιάλλακτον ἔχοντος αἰτίαν, πορρωτέρω τε ὄντε αὐτὼ καὶ ἀδιαλλάκτω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme