Book 4
17.133
ἐπεί γε μὴν ἔργων ἐδέησε, δυοῖν οὐδὲ ὅλοιν ἐτοῖν στρατιάν τε συνέλεξαν ὑπὲρ εἴκοσιν ὁπλιτῶν τέλη καὶ ἱππέας ἀμφὶ τοὺς δισμυρίους καὶ ναῦς μακρὰς ὑπὲρ τὰς διακοσίας τήν τε ἄλλην παρασκευὴν ἀξιόλογον καὶ χρήματα ἄπειρα καὶ παρʼ ἑκόντων καὶ παρὰ ἀκόντων, πολέμους τε ἐπολέμησαν ἔθνεσι καὶ πόλεσι καὶ τῶν ἀντιστασιωτῶν πολλοῖς καὶ κατώρθουν. ἐθνῶν τε ἐκράτησαν ἀπὸ Μακεδονίας μέχρι Εὐφράτου· καὶ ὅσους ἐπολέμησαν, ἐς συμμαχίαν αὑτοῖς ἔπεισαν καὶ βεβαιοτάτοις ἐχρήσαντο. ἐχρήσαντο δὲ καὶ βασιλεῦσι καὶ δυνάσταις, καὶ Παρθυαίοις καίπερ οὖσιν ἐχθροῖς ἐς τὰ βραχύτερα· ἐπὶ δὲ τὸ μεῖζον ἔργον οὐκ ἀνέμειναν ἐρχομένους, ἵνα μὴ βάρβαρον ἢ ἀντίπαλον ἔθνος ἐθίσειαν ἐπὶ Ῥωμαίοις. ὃ δὲ δὴ μάλιστα πάντων ἀδοκητότατον ἦν, ὁ στρατὸς ὁ πλείων ὅδε Γαΐου Καίσαρος ἐγεγένητο, καὶ δαιμονίως αὐτὸν εὐνοίας καὶ σπουδῆς ἔχοντα ἐς ἐκεῖνον μετέπεισαν οἱ σφαγεῖς οἵδε τοῦ Καίσαρος, καὶ ἐπὶ τὸν τοῦ Καίσαρος υἱὸν ἕσποντο αὐτοῖς πιστότερον ἢ Ἀντωνίῳ τῷ Καίσαρος συναγωνιστῇ τε καὶ συνάρχῳ· οὐ γάρ τις αὐτῶν Βροῦτον ἢ Κάσσιον οὐδὲ ἡσσωμένους ἀπέλιπεν, οἱ Ἀντώνιον ἀμφὶ τὸ Βρεντέσιον καὶ πρὸ πείρας ἀπολιπόντες· ἦν τε πρόφασις αὐτοῖς τῶν πόνων, καὶ ἐπὶ Πομπηίου καὶ νῦν, οὐχ ὑπὲρ σφῶν αὐτῶν, ἀλλʼ ὑπὲρ δημοκρατίας, ὀνόματος εὐειδοῦς μέν, ἀλυσιτελοῦς δὲ αἰεί. σφῶν τε αὐτῶν, ὅτε μηδὲν ἐδόκουν ἔτι εἶναι χρήσιμοι τῇ πατρίδι, ἄμφω κατεφρόνησαν ὁμοίως. ἐν δὲ ταῖς φροντίσι καὶ πόνοις ὁ μὲν Κάσσιος ἀμεταστρεπτί, καθάπερ ἐς τὸν ἀγωνιστὴν οἱ μονομαχοῦντες, ἐς μόνον τὸν πόλεμον ἀφεώρα· ὁ δὲ Βροῦτος, ὅπῃ γίγνοιτο, καὶ φιλοθεάμων ἦν καὶ φιλήκοος, ἅτε καὶ φιλοσοφήσας οὐκ ἀγεννῶς.