Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

17.134 ἀλλὰ καὶ τοιοῖσδε οὖσιν αὐτοῖς ἀντίθετον ἐς ἅπαντα ἦν τὸ ἄγος τὸ ἐς Καίσαρα. ὅ γε οὐδὲ ἁπλοῦν ἄγος ἦν οὐδὲ ἐν ὀλίγῳ· καὶ γὰρ ἐς φίλον ἐγίγνετο παραλόγως καὶ ἐς εὐεργέτην ἐκ πολέμου περισώσαντα ἀχαρίστως καὶ ἐς αὐτοκράτορα ἀθεμίστως καὶ ἐν βουλευτηρίῳ καὶ ἐς ἱερέα καὶ ἱερὰν ἐσθῆτα ἐπικείμενον καὶ δυνάστην μὲν οἷον οὐχ ἕτερον, χρησιμώτατον δὲ ὑπὲρ ἅπαντας τῇ τε πατρίδι καὶ τῇ ἡγεμονίᾳ γενόμενον. ἃ καὶ τὸ δαιμόνιον αὐτοῖς ἄρα ἐνεμέσησε καὶ προεσήμηνε πολλάκις. Κασσίῳ τε γὰρ τὸν στρατὸν καθαίροντι ὁ ῥαβδοῦχος ἀνεστραμμένον τὸν στέφανον ἐπέθηκε· καὶ Νίκη, χρύσεον ἀνάθημα Κασσίου, κατέπεσεν, ὄρνεά τε πολλὰ ὑπὲρ τὸ στρατόπεδον αὐτοῦ καθιέμενα κλαγγὴν οὐδεμίαν ἠφίει, καὶ μελισσῶν ἐπεκάθηντο συνεχεῖς ἑσμοί. Βροῦτον δὲ ἐν Σάμῳ γενεθλιάζοντά φασι παρὰ τὸν πότον, οὐδὲ εὐχερῆ πρὸς τὰ τοιαῦτα ὄντα, ἀλόγως τόδε τὸ ἔπος ἀναβοῆσαι· ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός.
17.134 μέλλοντα δὲ περᾶν ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην σὺν τῷ στρατῷ, νυκτὸς ἐγρηγορότα, μαραινομένου τοῦ φωτὸς ὄψιν ἰδεῖν ἑφεστῶσάν οἱ παράλογον καὶ πυθέσθαι μὲν εὐθαρσῶς, ὅς τις ἀνθρώπων ἢ θεῶν εἴη, τὸ δὲ φάσμα εἰπεῖν· ὁ σός, ὦ Βροῦτε, δαίμων κακός· ὀφθήσομαι δέ σοι καὶ ἐν Φιλίπποις. καὶ ὀφθῆναί φασιν αὐτῷ πρὸ τῆς τελευταίας μάχης.
17.134 ἐξιόντι δὲ τῷ στρατῷ πρὸ τῶν πυλῶν αἰθίοψ ὑπήντησε· καὶ τόνδε μὲν ὡς οἰώνισμα φαῦλον ὁ στρατὸς αὐτίκα συνέκοψε, δαιμόνια δʼ ἦν αὐτοῖς ἄρα καὶ τάδε, Κάσσιον μὲν ἐν ἀμφηρίστῳ νίκῃ πάντα ἀλόγως ἀπογνῶναι, Βροῦτον δὲ εὐβούλου βραδυτῆτος ἐκβιασθῆναι καὶ ἐς χεῖρας ἐλθεῖν ἀνδράσι διωκομένοις ὑπὸ λιμοῦ, δαψιλῶς αὐτὸν ἔχοντα ἀγορᾶς καὶ ναυκρατοῦντα, καὶ τόδε παθεῖν ὑπὸ τῶν οἰκείων μᾶλλον ἢ τῶν πολεμίων, καὶ μὴν πολλάκις ἀγώνων μετασχόντες ἐν μὲν ταῖς μάχαις οὐδὲν ἔπαθον, ἄμφω δʼ αὑτῶν ἐγένοντο αὐθένται καθάπερ ἐγένοντο τοῦ Καίσαρος. Κάσσιος μὲν δὴ καὶ Βροῦτος τοιάνδε δίκην ἐδεδώκεσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme