Book 4
17.138
ὁ δὲ στρατὸς ὁ Ἀντωνίου καὶ Καίσαρος τὸν τῶν στρατηγῶν λόγον ἐπηλήθευσαν, διὰ μιᾶς ἡμέρας καὶ διʼ ἑνὸς ἔργου κίνδυνον ἔσχατον λιμοῦ καὶ δέος ἀπωλείας ἐς εὐπορίαν δαψιλῆ καὶ σωτηρίαν ἀσφαλῆ καὶ νίκην εὐκλεῆ μεταβαλόντες. ἀπήντησέ γε μὴν αὐτοῖς καὶ ὃ συνιόντες ἐς τὴν μάχην ἐπεμαντεύσαντο Ῥωμαίοις· ἐκρίθη γὰρ αὐτῶν ἡ πολιτεία παρʼ ἐκεῖνο τὸ ἔργον μάλιστα καὶ οὐκ ἐπανῆλθεν ἐς δημοκρατίαν ἔτι, οὐδὲ πόνων αὐτοῖς ἐς ἀλλήλους ἐδέησεν ὁμοίων, χωρίς γε τῆς μετʼ οὐ πολὺ Ἀντωνίου καὶ Καίσαρος στάσεως, ὑστάτης Ῥωμαίοις γενομένης. τὰ δʼ ἐν μέσῳ μετὰ Βροῦτον ὑπό τε Πομπηίου καὶ τῶν διαφυγόντων Κασσίου καὶ Βρούτου φίλων, λείψανα τοσῆσδε παρασκευῆς μεγάλα ἐχόντων, οὔτε ταῖς τόλμαις ὅμοια ἔτι ἐγίγνετο οὔτε ταῖς τῶν ἀνδρῶν ἢ πόλεων ἢ στρατῶν ἐς τοὺς ἡγεμόνας ὁρμαῖς· οὐ γάρ τις αὐτοῖς τῶν ἐπιφανῶν ἔτι οὐδʼ ἡ βουλὴ οὐδὲ ἡ δόξα αὕτη, ὡς ἐς Κάσσιόν τε καὶ Βροῦτον, ἀπήντα.