Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

3.14 ἰδέα τε πᾶσα κακῶν ἦν, οὐχ ὡς ἐν στάσεσιν ἢ πολέμου καταλήψεσιν· οὐ γάρ, ὡς ἐν ἐκείνοις, τὸν μὲν ἀντιστασιώτην ἢ πολέμιον ἐδεδοίκεσαν, τοῖς δʼ οἰκείοις σφᾶς ἐπέτρεπον, ἀλλὰ καὶ τούσδε τῶν σφαγέων μᾶλλον ἐδεδοίκεσαν, οὐδὲν μὲν αὐτοὺς ὡς ἐν πολέμῳ καὶ στάσει δεδιότας, σφίσι δὲ αὐτίκα γιγνομένους ἐξ οἰκείων πολεμίους, ἢ διʼ ὕπουλον ἔχθραν ἢ ὑπὸ τῶν ἐπικεκηρυγμένων σφίσι γερῶν ἢ διὰ τὸν ἐν ταῖς οἰκίαις χρυσόν τε καὶ ἄργυρον. ἄπιστος γὰρ δὴ διὰ ταῦτα ἀθρόως ἕκαστος ἐς τὸν οἰκεῖον ἐγίγνετο καὶ τὸ σφέτερον κέρδος τοῦ πρὸς αὐτὸν ἐλέου προυτίθει· ὁ δὲ πιστὸς ἢ εὔνους ἐδεδίει βοηθεῖν ἢ κρύπτειν ἢ συνειδέναι διʼ ὁμοιότητα τῶν ἐπιτιμίων. ἔς τε τὸ ἔμπαλιν αὐτοῖς τοῦ πρώτου τῶν ἑπτακαίδεκα ἀνδρῶν δέους περιέστη. τότε μὲν γὰρ οὐ προγραφέντος οὐδενός, ἀλλά τινων ἄφνω συλλαμβανομένων πάντες ἐδεδοίκεσαν ὅμοια καὶ συνήσπιζον ἀλλήλοις· ἐπὶ δὲ ταῖς προγραφαῖς οἱ μὲν αὐτίκα πᾶσιν ἔκδοτοι γεγένηντο, οἱ δὲ ἐν ἀμερίμνῳ περὶ σφῶν καὶ ἐπὶ κέρδει γενόμενοι τοὺς ἄλλους ἐπὶ μισθῷ τοῖς σφαγεῦσιν ἐκυνηγέτουν. ὁ δὲ λοιπὸς ὅμιλος, οἱ μὲν τὰς οἰκίας τῶν ἀναιρουμένων διήρπαζον, καὶ τὸ κέρδος αὐτοὺς ἀπο τῆς συνέσεως τῶν παρόντων κακῶν ἐψυχαγώγει· οἱ δὲ ἐμφρονέστεροί τε καὶ ἐπιεικεῖς ἐτεθήπεσαν ὑπὸ ἐκπλήξεως, καὶ ἦν αὐτοῖς παραλογώτερον, ὅτε μάλιστα ἐνθυμηθεῖεν, ὅτι τὰς μὲν ἄλλας πόλεις ἐλυμήναντο στάσεις καὶ περιέσωσαν ὁμόνοιαι, τὴν δὲ καὶ αἱ στάσεις τῶν ἀρχόντων προαπώλεσαν καὶ ἡ ὁμόνοια τοιάδε ἐργάζεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme