Book 4
3.16
καὶ τάδε ἐγίγνετο οὐκ ἐν ἰδιώτιδι πόλει οὐδὲ ἐν ἀσθενεῖ καὶ σμικρῷ βασιλείῳ, ἀλλὰ τὴν δυνατωτάτην καὶ τοσούτων ἐθνῶν καὶ γῆς καὶ θαλάσσης ἡγεμονίδα διέσειεν ὁ θεός, ἐκ πολλοῦ ἄρα ἐς τὴν νῦν καθιστάμενος εὐταξίαν. ἐγένετο μὲν οὖν τοιάδε ἕτερα ἐν αὐτῇ κατά τε Σύλλαν καὶ ἔτι πρὸ ἐκείνου Γάιον Μάριον, ὧν ὁμοίως τὰ γνωριμώτατα τῶν κακῶν ἐν τοῖς περὶ ἐκείνων ἀνελεξάμην, καὶ προσῆν ἐκείνοις ἀταφία· ταῦτα δὲ ἀξιώσει τε τῶν τριῶν ἀνδρῶν καὶ τοῦ ἑνὸς αὐτῶν μάλιστα ἀρετῇ καὶ τύχῃ, τὴν ἀρχὴν συστησαμένου τε ἐς ἕδραν ἀσφαλῆ καὶ γένος καὶ ὄνομα τὸ νῦν ἄρχον ἀφʼ ἑαυτοῦ καταλιπόντος, ἐπιφανέστερα. ὧν τὰ λαμπρὰ καὶ τὰ χείρω γενόμενα ἐν μνήμῃ τε μᾶλλον ὄντα, ὅτι καὶ τελευταῖα γέγονεν, ἐπελεύσομαι νῦν, οὐ πάντα (οὐ γὰρ ἀξιαφήγητον ἀναίρεσις ἁπλῆ καὶ φυγὴ ἢ τῶν τριῶν ἀνδρῶν τισι συγγνόντων ὕστερον ἐπάνοδος ἢ ἐπανελθόντων ἀφανὴς καταβίωσις), ἀλλʼ ὅσα παραλογώτατα ὄντα μάλιστα ἂν ἐκπλήξειε καὶ πιστεύειν ποιήσειε τοῖς προλεγομένοις. πολλὰ δέ ἐστι, καὶ πολλοὶ Ῥωμαίων ἐν πολλαῖς βίβλοις αὐτὰ συνέγραψαν ἐφʼ ἑαυτῶν· ὀλίγα δὲ ἐγὼ καθʼ ἑκάστην ἰδέαν, ἐς πίστιν ἑκάστης καὶ ἐς εὐδαιμόνισμα τῶν νῦν παρόντων, ἐπὶ κεφαλαίου διὰ τὸ μῆκος ἀναγράψω.