Book 4
4.18
Θουράνιος δὲ οὐ στρατηγῶν μὲν ἔτι, ἀλλʼ ἐστρατηγηκώς, πατὴρ δὲ νεανίου τὰ μὲν ἄλλα ἀκολάστου, δυναστεύοντος δὲ παρʼ Ἀντωνίῳ, τοὺς λοχαγοὺς ἠξίου τὴν σφαγὴν ἐπισχεῖν οἱ πρὸς ὀλίγον, ἔστε αὐτὸν ὁ υἱὸς αἰτήσαιτο παρʼ Ἀντωνίου. οἱ δʼ ἐπιγελάσαντες ᾔτησεν, εἶπον, ἀλλʼ ἐπὶ θάτερα. καὶ συνεὶς ὁ πρεσβύτης ἕτερον αὐτίκα βραχύτατον ᾔτει διάστημα, μέχρις οὗ τὴν θυγατέρα ἴδοι· ἰδὼν δὲ ἐκέλευε μὴ μετασχεῖν τῶν πατρῴων, μὴ κἀκείνην ὁ ἀδελφὸς αἰτήσαιτο παρὰ Ἀντωνίου. συνέβη δὲ καὶ τῷδε τὴν οὐσίαν ἐς αἰσχρὰ δαπανῆσαι καὶ κλοπῆς ἁλόντι φυγεῖν ἐκ καταδίκης.
4.19
Κικέρων δέ, ὃς μετὰ Γάιον Καίσαρα ἴσχυσεν, ὅση γένοιτο ἂν δημαγωγοῦ μοναρχία, κατέγνωστο μὲν ἅμα τῷ παιδὶ καὶ τῷ ἀδελφῷ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ καὶ πᾶσιν οἰκείοις τε καὶ στασιώταις καὶ φίλοις· φυγὼν δὲ ἐπὶ σκάφους οὐκ ἔφερε τὴν ἀηδίαν τοῦ κλύδωνος, ἀλλὰ εἰς ἴδιον χωρίον, ὃ καθʼ ἱστορίαν τοῦδε τοῦ πάθους εἶδον, ἀμφὶ Καιήτην πόλιν τῆς Ἰταλίας, καταχθεὶς ἠρέμει. πλησιαζόντων δὲ τῶν ἐρευνωμένων ʽτοῦτον γὰρ δὴ φιλοτιμότατα πάντων Ἀντώνιός τε ἐζήτει καὶ Ἀντωνίῳ πάντες) ἐς τὸ δωμάτιον αὐτοῦ κόρακες ἐσπτάντες ἔκλαζον, ἐπεγείροντες ἀπὸ τοῦ ὕπνου, καὶ τὸ ἱμάτιον ἀπέσυρον ἀπὸ τοῦ σώματος, ἕως οἱ θεράποντες, σημηνάμενοι τὸ γιγνόμενον εἶναι σύμβολον ἔκ του θεῶν, ἐς φορεῖον ἐσθέμενοι τὸν Κικέρωνα αὖθις ἐπὶ τὴν θάλασσαν ἦγον διὰ λόχμης βαθείας λανθάνοντες. πολλῶν δὲ ἀνὰ μέρη διαθεόντων τε καὶ πυνθανομένων, εἴ που Κικέρων ὁραθείη, οἱ μὲν ἄλλοι ἐπʼ εὐνοίᾳ καὶ ἐλέῳ πλεῖν αὐτὸν ἐξαναχθέντα ἔλεγον ἤδη, σκυτοτόμος δὲ πελάτης Κλωδίου, πικροτάτου τῷ Κικέρωνι ἐχθροῦ γεγονότος, Λαίνᾳ τῷ λοχαγῷ σὺν ὀλίγοις ὄντι τὴν ἀτραπὸν ἔδειξεν. ὁ δὲ ἐπέδραμέ τε καὶ θεράποντας ἰδὼν πολὺ πλείους τῶν ἀμφʼ αὑτὸν ὁρμῶντας ἐς ἄμυναν, στρατηγικῶς μάλα ἀνεβόησεν· ἐσελθέτωσαν ἐς τὸ χωρίον οἱ περὶ οὐρὰν λοχαγοί.