Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

4.21 Ἐγνάτιοι δέ, πατὴρ καὶ υἱός, συμφυέντες ἀλλήλοις διὰ μιᾶς πληγῆς ἀπέθανον· καὶ αὐτῶν αἱ κεφαλαὶ μὲν ἀπετέτμηντο, τὰ δὲ λοιπὰ σώματα ἔτι συνεπέπλεκτο. Βάλβος τὸν υἱόν, ἵνα μὴ βαδίζοντες ὁμοῦ φανεροὶ γένοιντο, προύπεμψεν ἐς φυγὴν ἐπὶ θάλασσαν καὶ μετʼ ὀλίγον εἵπετο ἐκ διαστήματος. ἐξαγγείλαντος δέ τινος, εἴτε ἐξ ἐπιβουλῆς εἴθʼ ὑπʼ ἀγνοίας, τὸν υἱὸν συνειλῆφθαι, ἐπανῆλθε καὶ τοὺς σφαγέας μετεπέμψατο. συνέβη δὲ καὶ τὸν παῖδα ἀπολέσθαι ναυαγίῳ· οὕτω ταῖς τότε συμφοραῖς καὶ τὸ δαιμόνιον ἐπέκειτο. Ἀρρούντιος τὸν υἱόν, οὐχ ὑφιστάμενον φεύγειν χωρὶς αὐτοῦ, μόλις ἔπεισεν ὡς νέον περισῴζειν ἑαυτόν. καὶ τόνδε μὲν ἡ μήτηρ ἐπὶ τὰς πύλας προύπεμψε καὶ ὑπέστρεψεν, ἵνα ἀνῃρημένον τὸν ἄνδρα θάψειε· πυθομένη δὲ καὶ τὸν υἱὸν ὑπὸ τῆς θαλάσσης διεφθάρθαι λιμῷ διεχρήσατο ἑαυτήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme