Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

4.22 αἵδε μὲν δὴ παίδων ἀγαθῶν καὶ κακῶν ἔστων εἰκόνες· ἀδελφοὶ δὲ δύο ὁμοῦ προγραφέντες, οἷς ὄνομα ἦν Λιγάριοι, ἐκρύπτοντο ὑπὸ ἰπνῷ, μέχρι τῶν θεραπόντων αὐτοὺς ἀνευρόντων ὁ μὲν αὐτίκα ἀνῃρέθη, ὁ δὲ ἐκφυγών, ἐπεὶ τὸν ἀδελφὸν ἔγνω διεφθαρμένον, ἔρριψεν αὑτὸν ἀπὸ τοῦ ποταμοῦ τῆς γεφύρας ἐς τὸ ῥεῦμα. καὶ αὐτὸν ἁλιέων περισχόντων ὡς οὐκ ἐναλάμενον, ἀλλὰ πεπτωκότα, ἐς πολὺ μὲν ἐφιλονίκει καὶ ἑαυτὸν ἐς τὸ ῥεῦμα ἐώθει, ἡσσώμενος δὲ τῶν ἁλιέων περιεγίγνετο καὶ οὐκ ἐμέ, ἔφη, περισῴζετε, ἀλλʼ ἑαυτοὺς ἐμοὶ προγεγραμμένῳ συναπόλλυτε. οἱ δὲ καὶ ὣς αὐτὸν οἰκτείραντες περιέσῳζον, μέχρι τινὲς τῶν στρατιωτῶν, οἳ τὴν γέφυραν ἐτήρουν, ἰδόντες ἐπέδραμόν τε καὶ τὴν κεφαλὴν ἀπέτεμον. ἑτέρων δὲ ἀδελφῶν ὁ μὲν αὑτὸν ἔρριψε κατὰ τοῦ ῥεύματος, καὶ θεράπων αὐτοῦ τὸ σῶμα ἀνεζήτει μέχρι πέμπτης ἡμέρας, εὑρὼν δὲ ἔτι γνωρίζεσθαι δυναμένου, τὴν κεφαλὴν διὰ τὸ ἆθλον ἀπέκοψε· τὸν δὲ ἕτερον ἐν κοπρῶνι κρυπτόμενον ἕτερος ἐμήνυσε θεράπων, καὶ οἱ σφαγεῖς εἰσελθεῖν μὲν ἀπηξίωσαν, δόρασι δὲ περικεντοῦντες ἐξήγαγον καί, ὡς εἶχε, τὴν κεφαλὴν οὐδὲ ἀπονίψαντες ἀπέκοψαν. ἕτερος δέ, τοῦ ἀδελφοῦ συλλαμβανομένου, προσδραμὼν ἀγνοίᾳ τοῦ καὶ αὐτὸς ἅμα ἐκείνῳ προγεγράφθαι, ἐμέ, ἔφη, κτείνατε πρὸ τούτου. καὶ ὁ λοχαγὸς ἔχων τὸ ἀκριβὲς ἀνάγραπτον, εἰκότα ἀξιοῖς, ἔφη· σὺ γὰρ πρὸ τούτου γέγραψαι, καὶ εἰπὼν κατὰ τὴν τάξιν ἔκτεινεν ἄμφω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme