Book 4
4.23
ταῦτα μὲν δὴ καὶ ἀδελφῶν δείγματα· Λιγάριον δὲ ἡ γυνὴ κρύπτουσα μίαν ἐς τὸ ἀπόρρητον ἐπηγάγετο θεράπαιναν, προδοθεῖσα δὲ ὑπʼ αὐτῆς εἵπετο τῇ κεφαλῇ τοῦ ἀνδρὸς φερομένῃ βοῶσα· ἐγὼ τοῦτον ὑπεδεξάμην, τὰ δʼ ὅμοια τοῖς ὑποδεξαμένοις ἐστὶν ἐπιτίμια. καὶ οὐδενὸς αὐτὴν οὔτε ἀναιροῦντος οὔτε μηνύοντος, αὐτάγγελος ἐς τοὺς ἄρχοντας ἦλθε καθʼ ʽεαυτῆς, κἀκείνων αὐτὴν διὰ τὴν φιλανδρίαν ὑπεριδόντων, ἑαυτὴν ἀπέκτεινε λιμῷ. καὶ τῆσδε μὲν ἐνθάδε ἐπεμνήσθην, ὅτι τὸν ἄνδρα περισῴζουσα ἀπετύγχανέ τε καὶ συνεξήγαγεν ἑαυτήν· ὅσαι δὲ ἐπέτυχον τῆς φιλανδρίας, ἐν τοῖς περισωθεῖσι τῶν ἀνδρῶν ἀναγράψω. ἕτεραι δὲ ἀθεμίστως ἐπεβούλευσαν τοῖς ἀνδράσιν. καὶ αὐτῶν ἐστιν, ἣ Σεπτιμίῳ μὲν ἐγεγάμητο, ὑπὸ δέ τινος Ἀντωνίῳ φίλου διεφθείρετο· ἐπειγομένη δὲ ἐκ μοιχείας ἐς γάμον ἐδεήθη διὰ τοῦ μοιχεύοντος αὐτὴν Ἀντωνίου, καὶ ὁ Σεπτίμιος αὐτίκα τοῖς πίναξι προσετέθη. καὶ μαθὼν ἐς τῆς γυναικὸς ὑπʼ ἀγνοίας τῶν οἴκοι κακῶν ἔφευγεν. ἡ δὲ ὡς φιλοφρονουμένη τὰς θύρας ἐπέκλεισε καὶ ἐτήρει τὸν ἄνδρα, ἕως οἱ σφαγεῖς παρεγένοντο· καὶ τῆς αὐτῆς ἡμέρας οἱ μὲν ἐκεῖνον ἀνῄρουν, ἡ δὲ ἔθυε γάμους.