Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

4.24 Σάλασσος δὲ ἐκφυγών τε καὶ ἀπορούμενος ἧκε μὲν ἐς πόλιν νυκτός, ὅτε μάλιστα ἔδοξεν ἀμβλύνεσθαι τὸ δεινόν, πεπραμένης δὲ τῆς οἰκίας μόνος αὐτὸν ὁ θυρωρὸς τῇ οἰκίᾳ συμπεπραμένος ἐπέγνω καὶ ἐς τὸ ἑαυτοῦ οἴκημα ὑπεδέχετο καὶ κρύψειν ἐπηγγέλλετο καὶ θρέψειν, ἐξ ὧν ἐδύνατο. ὁ δὲ τὴν γυναῖκά οἱ καλέσαι προσέταξεν ἐκ τῆς ἐκείνης οἰκίας. ἡ δʼ ὑποκριναμένη μὲν ἐλθεῖν ἐπείγεσθαι, δεδιέναι δʼ ὡς ἐν νυκτὶ καὶ θεραπαίναις τὸ ὕποπτον, μεθʼ ἡμέραν ἥξειν ἔφη. καὶ γενομένης ἡμέρας ἡ μὲν τοὺς σφαγέας μετῄει, καὶ ὁ θυρωρὸς αὐτὴν ὡς βραδύνουσαν ἐς τὴν οἰκίαν ἀπέτρεχεν ἐπείξων· ὁ δὲ Σάλασσος, οἰχομένου τοῦ θυρωροῦ δείσας ὡς ἐς ἐνέδραν ἀπιόντος, ἐς τὸ τέγος ἀναδραμὼν ἐκαραδόκει τὸ γιγνόμενον, ἰδὼν δὲ οὐ τὸν θυρωρόν, ἀλλὰ τὴν γυναῖκα τοῖς σφαγεῦσιν ἡγουμένην ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους. Φούλβιον δὲ ἐς θεραπαίνης φυγόντα παλλακευθείσης τε αὐτῷ καὶ ἀπηλευθερωμένης καὶ προῖκα ἐς γάμον ἐπιλαβούσης, ἡ τοσάδε εὖ παθοῦσα προύδωκε ζηλοτυπίᾳ τῆς μεθʼ ἑαυτὴν τῷ Φουλβίῳ γεγαμημένης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme