Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

6.41 Γέταν δὲ ὁ υἱὸς ἐν εὐρυχώρῳ τῆς οἰκίας ἔδοξε καίειν ὡς ἀπαγξάμενον καὶ λαθὼν ἐν ἀγρῷ νεωνήτῳ κατέλιπεν, ἔνθα ὁ πρεσβύτης μεταμορφῶν ἑαυτὸν ἐπεδήσατο διφθέραν ἐς τὸν ἕτερον ὀφθαλμόν. καὶ τῶν σπονδῶν γενομένων ἔλυσε τὴν διφθέραν, καὶ ὁ ὀφθαλμὸς ὑπὸ τῆς ἀργίας δεδαπάνητο. Ὄππιον δὲ ὁ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος, ἕως ἐξήγαγέ τε διὰ τῶν πυλῶν καὶ τὸ λοιπὸν μέχρι Σικελίας ἄγων ἢ φέρων ἐκόμισεν, οὐδενὸς ἄρα τὸ σχῆμα ὑπονοήσαντος ἢ ἐνυβρίσαντος, οἷόν που καὶ τὸν Αἰνείαν γράφουσιν αἰδέσιμον τοῖς πολεμίοις γενέσθαι φέροντα τὸν πατέρα. καὶ τὸν νεανίαν ὁ δῆμος ἐπαινῶν ὕστερον ἀπέφηνεν ἀγορανόμον· δεδημευμένης δʼ αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα οἵ τε χειροτέχναι τὰ ἐς τὴν ἀρχὴν ἀμισθὶ συνειργάσαντο, καὶ τῶν θεωμένων ἕκαστος ἐπὶ τὴν ὀρχήστραν ὅσον ἐβούλετο νόμισμα ἐρρίπτει, ἕως τὸν ἄνδρα κατεπλούτισαν. Ἀρριανοῦ δὲ καὶ ἐν τῇ στήλῃ κεκόλαπτο ἐκ διαθηκῶν· τὸν ἐνθάδε κείμενον υἱὸς οὐ προγραφεὶς προγραφέντα ἔκρυψέ τε καὶ συνέφυγε καὶ περιέσωσε.
6.42 Μετέλλω δὲ ἤστην υἱός τε καὶ πατήρ· καὶ αὐτοῖν ὁ μὲν πατὴρ στρατηγῶν Ἀντωνίῳ περὶ Ἄκτιον αἰχμάλωτος ἑάλω καὶ ἠγνοεῖτο, ὁ δὲ υἱὸς τῷ Καίσαρι συνεστρατεύετο καὶ ἐστρατηγήκει καὶ ὅδε περὶ τὸ Ἄκτιον. ἐν δὲ Σάμῳ διακρίνοντι τῷ Καίσαρι τοὺς αἰχμαλώτους ὁ μὲν παῖς συνήδρευεν, ὁ δὲ πρεσβύτης ἤγετο κόμης τε ἔμπλεως καὶ δύης καὶ ῥύπου καὶ τῆς ἐκ τῶνδε μεταμορφώσεως. ὡς δὲ ἐν τῇ τάξει τῶν αἰχμαλώτων ὑπὸ τοῦ κήρυκος ἀνεκλήθη, ἀνέθορεν ὁ υἱὸς ἐκ τοῦ συνεδρίου καὶ μόλις ἐπιγνοὺς τὸν πατέρα ἠσπάζετο σὺν οἰμωγῇ· ἐπισχὼν δέ ποτε τοῦ θρήνου πρὸς τὸν Καίσαρα ἔφη· οὗτος μέν σοι πολέμιος γέγονεν, ὦ Καῖσαρ, ἐγὼ δὲ σύμμαχος· καὶ χρὴ τοῦτον μέν σοι δοῦναι δίκην, ἐμὲ δὲ γέρας εὑρέσθαι. αἰτῶ δή σε τὸν πατέρα σῴζειν διʼ ἐμὲ ἢ διʼ ἐκεῖνον ἐμὲ συγκατακανεῖν. οἴκτου δὲ ἐξ ἁπάντων γενομένου μεθῆκε σῴζεσθαι τὸν Μέτελλον ὁ Καῖσαρ, καίτοι πολεμιώτατον αὐτῷ γενόμενον καὶ δωρεῶν πολλῶν, εἰ μεταθοῖτο πρὸς αὐτὸν ἀπʼ Ἀντωνίου, πολλάκις ὑπεριδόντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme