Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

6.43 Μᾶρκον δὲ οἱ θεράποντες σὺν εὐνοίᾳ καὶ τύχῃ πάντα τὸν τῆς προγραφῆς χρόνον διεφύλαξαν ἔνδον ἐπὶ τῆς οἰκίας, μέχρι τῆς ἀδείας δοθείσης ὁ Μᾶρκος ἐξῄει τῆς οἰκίας ὡς ἀπὸ φυγῆς. Ἵρτιος δὲ σὺν τοῖς οἰκέταις ἐκφυγὼν τῆς πόλεως διώδευε τὴν Ἰταλίαν, ἐκλύων τε δεσμώτας καὶ συνάγων τοὺς ἀποδιδράσκοντας καὶ πολίχνια δῃῶν, ὀλίγα πρῶτον, εἶτα καὶ μείζω, μέχρι χειρὸς ἱκανῆς ἐκράτησε καὶ τὸ Βρεττίων ἔθνος ἐχειρώσατο καί, στρατοῦ πεμφθέντος ἐπʼ αὐτόν, ἐς Πομπήιον μεθʼ ὅσων εἶχε διέπλευσε.
6.43 Ῥεστίωνι δὲ οἰομένῳ μόνῳ φεύγειν οἰκέτης εἵπετο λανθάνων, ἀνάθρεπτος μὲν αὐτοῦ Ῥεστίωνος καὶ πολλὰ πρότερον εὖ παθών, διὰ δὲ μοχθηρίαν ὕστερον ἐστιγμένος. ἀναπαυομένῳ δὲ ἐν ἕλει τῷ Ῥεστίωνι ἐπιστὰς ὁ θεράπων ἐξέπληξε μὲν αὐτίκα ὀφθείς, δεδοικότι δὲ ἔφη οὐ τῶν παρόντων στιγμάτων αἰσθάνεσθαι μᾶλλον ἢ μνημονεύειν τῶν πρότερον εὐεργετημάτων. καὶ αὐτὸν εἴς τι σπήλαιον ἀναπαύσας εἰργάζετο καὶ τροφὰς αὐτῷ συνέλεγεν, ὡς ἐδύνατο. ὑπονοίας δέ τινος ἀμφὶ τὸ σπήλαιον τοῖς ἐγγὺς ὁπλίταις περὶ τοῦ Ῥεστίωνος γενομένης καὶ χωρούντων ἐπʼ αὐτόν, ὁ οἰκέτης εἵπετο συνεὶς καί τινα πρεσβύτην προοδεύοντα προδραμὼν ἀπέκτεινε καὶ τὴν κεφαλὴν ἀπέτεμεν. ἐκπλαγέντων δὲ τῶν ὁπλιτῶν καὶ ὡς ἀνδροφόνον ὁδοιπόρου περισχόντων, Ῥεστίωνα, ἔφη, ἔκτεινα, τὸν ἐμαυτοῦ δεσπότην, τάδε μοι τὰ στίγματα ἐγχαράξαντα. οἱ μὲν δὴ τὴν κεφαλὴν αὐτὸν ἀφελόμενοι διὰ τὸ γέρας, ἠπείγοντο μάτην ἐς τὸ ἄστυ, ὁ δὲ τὸν δεσπότην ἀναστήσας διέπλευσεν ἐς Σικελίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme