Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

6.45 καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.
6.46 Ἀπουλήιος δὲ καὶ Ἀρρούντιος ὑποκριθέντες εἶναι λοχαγοὶ καὶ τοὺς θεράποντας ἐς στρατιώτας σκευάσαντες, τὰς μὲν πύλας διέδραμον ὡς λοχαγοὶ διώκοντες ἑτέρους, τὴν δὲ λοιπὴν ὁδὸν διελόμενοι τοὺς δεσμώτας ἐξέλυον καὶ τοὺς ἀποδράντας συνέλεγον, μέχρι χειρὸς ἱκανῆς ἑκατέρῳ γενομένης σημεῖά τε ἦν ἤδη καὶ ὅπλα καὶ ὄψις στρατοῦ. χωρῶν δὲ ἑκάτερος αὐτῶν ἐπὶ θάλασσαν, ἀμφί τινι λόφῳ σταθμεύουσι, μεγάλῳ δέει καθορῶντες ἀλλήλους. ἅμα δὲ ἕῳ περινεύοντες ἐκ τοῦ λόφου ἔδοξαν ἀλλήλους ἑκάτερος στρατὸν ἐπὶ σφᾶς ἐπιπεμφθέντα εἶναι καὶ συμπλακέντες ἐμάχοντο, μέχρι ποτὲ ἔγνωσαν καὶ τὰ ὅπλα ἀπερρίπτουν καὶ ὠλοφύροντο καὶ τὴν τύχην ὡς ἐπιβαροῦσάν σφισιν ἐς ἅπαντα ἐπεμέμφοντο. διαπλεύσαντες δὲ ὁ μὲν ἐς Βροῦτον, ὁ δʼ ἐς Πομπήιον, ὁ μὲν τῷ Πομπηίῳ συγκατῆλθεν, ὁ δὲ ἐστρατήγησε τῷ Βρούτῳ Βιθυνίας καὶ Βρούτου πεσόντος Ἀντωνίῳ παραδοὺς Βιθυνίαν κατήχθη. Οὐεντίδιον δὲ ἀπελεύθερος εὐθὺς μὲν προγραφέντα κατέδησεν ὡς παραδώσων τοῖς σφαγεῦσι, νυκτὸς δὲ τοὺς θεράποντας ἔπεισε καὶ ἐσκεύασεν ὡς ὁπλίτας καὶ τὸν δεσπότην ὡς λοχαγὸν ἐξήγαγε· τήν τε ἄλλην Ἰταλίαν μέχρι Σικελίας διώδευσαν καὶ συγκατέλυσαν πολλάκις ἑτέροις λοχαγοῖς ζητοῦσιν Οὐεντίδιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme