Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

6.48 Οὐεργίνιος δέ, ἀνὴρ ἡδὺς εἰπεῖν, τοὺς οἰκέτας ἐδίδασκεν, ὅτι κτείναντες μὲν αὑτὸν διʼ ὀλίγα χρήματα οὐκ ἀσφαλῆ μύσους τε πίμπλανται καὶ φόβων ἐς ὕστερον μεγάλων, περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ ἐλπίδων ἀγαθῶν καὶ χρημάτων ὕστερον πολὺ πλεόνων τε καὶ ἀσφαλεστέρων. οἱ μὲν δὴ συνέφευγον ὡς ὁμοδούλῳ καὶ γνωρισθέντος αὐτοῦ παρὰ τὴν ὁδὸν πρὸς τοὺς ὁπλίτας ἀπεμάχοντο· ὁ δὲ ληφθεὶς ὑπὸ τῶν ὁπλιτῶν ἐδίδασκε κἀκείνους, ὅτι κατὰ μὲν ἔχθραν αὑτὸν οὐκ ἀνελοῦσιν, ἀλλὰ χρημάτων οὕνεκα μόνων, χρήματα δὲ αὐτοῖς εἴη δικαιότερα καὶ πλέονα λαβεῖν ἐπὶ θάλασσαν ἐλθοῦσιν, ἔνθα μοι τὸ γύναιον, ἔφη, ναῦν φέρουσα χρημάτων συνετάξατο. καὶ αὐτῷ καὶ οἵδε πεισθέντες κατῄεσαν ἐπὶ τὴν θάλασσαν· ἡ γυνὴ δὲ ἀφῖκτο μὲν ἐπὶ τὴν ἠιόνα κατὰ τὸ συγκείμενον, βραδύνοντος δὲ τοῦ Οὐεργινίου, νομίσασα αὐτὸν ἐς Πομπήιον προπεπλευκέναι ἀνήγετο, θεράποντα ὅμως ἐπὶ τῆς ἠιόνος ἐξαγγέλλειν ὑπολιποῦσα. καὶ ὁ θεράπων τὸν Οὐεργίνιον ἰδὼν ἀνέθορέ τε ὡς ἐς δεσπότην καὶ τὴν ναῦν ἐδείκνυεν ὡς ὁρωμένην καὶ τὴν γυναῖκα ἔφραζε καὶ τὰ χρήματα καὶ αὐτὸς ἐφʼ ὅτῳ κατελείφθη. οἱ δὲ ἐπίστευον ἅπασιν ἤδη, καὶ τὸν Οὐεργίνιον ἀξιοῦντα σφᾶς περιμένειν, ἔστε μετακληθείη τὸ γύναιον, ἢ συνελθεῖν οἱ πρὸς αὐτὴν ἐπὶ τὰ χρήματα, ἐσβάντες ἐς σκάφος παρέπεμπον ἐς Σικελίαν, ἐρέσσοντες φιλοπόνως· ἐκεῖ δὲ ἔτυχόν τε τῶν ἐπαγγελιῶν καὶ οὐκ ἀπέστησαν ἔτι θεραπεύοντες αὐτὸν μέχρι τῶν σπονδῶν.
6.48 Ῥέβιλον δὲ ναύκληρος ἐς τὴν ναῦν ὑποδεξάμενος ὡς διοίσων ἐς Σικελίαν ᾔτει χρήματα, μηνύσειν ἀπειλῶν, εἰ μὴ λάβοι. ὁ δέ, οἷόν τι καὶ Θεμιστοκλῆς φεύγων ἐποίησεν, ἀντηπείλει μηνύσειν, ὅτι αὑτὸν ἐπὶ χρήμασιν ἄγοι, μέχρι δείσας ὁ ναύκληρος διέσωσεν ἐς Πομπήιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme