Book 4
6.49
Μᾶρκος δὲ Βρούτῳ στρατηγῶν προεγέγραπτο μὲν καὶ ὅδε διὰ τόδε, ἡττωμένου δὲ τοῦ Βρούτου συλλαμβανόμενος ὑπεκρίνατο εἶναι θεράπων, καὶ αὐτὸν ὠνήσατο Βαρβούλας. δεξιὸν δὲ ὁρῶν ἐπέστησε τοῖς ὁμοδούλοις καὶ χρήματα διοικεῖν ἔδωκεν· δεινὸν δὲ ἐν ἅπασι καὶ συνετὸν ὄντα ὑπὲρ θεράποντος φύσιν ὑπενόει καὶ ἐπήλπιζεν, εἰ τῶν προγεγραμμένων τις εἴη, περισώσειν ὁμολογήσαντα. ἀπομαχόμενον δὲ ἰσχυρῶς καὶ γένος ἀναπλάσσοντα καὶ ὄνομα καὶ προτέρους δεσπότας ἐς Ῥώμην ἐπήγετο, ἐλπίσας ὀκνήσειν ἐς Ῥώμην ἀφικέσθαι προγεγραμμένον. ὁ δὲ εἵπετο καὶ ὥς. περὶ δὲ τὰς πύλας τῶν ὑπαντώντων τις φίλων Βαρβούλα, θεασάμενος τὸν Μᾶρκον ὡς οἰκέτην αὐτῷ παρεστῶτα, κρύφα ἐμήνυσε τῷ Βαρβούλᾳ. ὁ δὲ ἐδεήθη Καίσαρος διʼ Ἀγρίππα, καὶ ἀφείθη τῆς προγραφῆς ὁ Μᾶρκος, καὶ φίλος ἐγίγνετο Καίσαρι καὶ μετʼ οὐ πολὺ καὶ στρατηγὸς ἦν ἐπὶ Ἀντωνίῳ περὶ Ἄκτιον. ἐστρατήγει δὲ καὶ Ἀντωνίῳ Βαρβούλας, καὶ ἡ τύχη περιῆλθεν ἐς τὸ ὅμοιον ἀμφοτέροις· Βαρβούλας τε γὰρ ἡττηθέντος Ἀντωνίου λαμβανόμενος ὑπεκρίνατο οἰκέτης εἶναι, καὶ ὁ Μᾶρκος αὐτὸν ὡς ἀγνοῶν ὠνήσατο, ἐκθέμενος δὲ ἅπαντα τῷ Καίσαρι ᾔτησέ τε καὶ ἔτυχε τοῖς ὁμοίοις τὸν Βαρβούλαν ἀμείψασθαι.