Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

7.55 θαρρήσας οὖν ὁ Σέξστιος ἐξῄει τῆς πολιορκίας ἐς μάχην καὶ πεσόντος τοῦ Οὐεντιδίου καὶ τοῦ στρατοῦ φεύγοντος ὑπʼ ἀναρχίας, εἵπετο κτείνων τε καὶ ζωγρῶν. καὶ τάδε μαθὼν ὁ Λαίλιος διέλυε τὴν τῆς Κίρτης πολιορκίαν καὶ ἐχώρει πρὸς τὸν Κορνιφίκιον. ὁ δὲ Σέξστιος ἐπαιρόμενος τοῖς γεγονόσιν ἐπʼ αὐτὸν ἤδη τὸν Κορνιφίκιον ἐς Ἰτύκην ᾔει καὶ ἀντεστρατοπέδευε μετὰ πλειόνων ὄντι. Λαίλιον δὲ τοῦ Κορνιφικίου μετὰ τῶν ἱππέων πέμψαντος ἔς τινα κατάσκεψιν, ὁ Σέξστιος Ἀραβίωνα ἔπεμψεν ἱππομαχεῖν τῷ Λαιλίῳ κατὰ μέτωπον καὶ αὐτὸς ᾔει μετὰ τῶν εὐζώνων ἐς τὰ πλάγια τῆς ἱππομαχίας καὶ ἐμβαλὼν ἐθορύβει, μέχρι τὸν Λαίλιον οὐχ ἡσσημένον πω δεῖσαι περὶ τῆς ἀναχωρήσεως, μὴ ἀποκλεισθείη, καὶ λόφον ἐν μέσῳ καταλαβεῖν, Ἀραβίωνα δὲ ἀρτώμενον αὐτοῦ κτεῖναί τε πολλοὺς καὶ τὸν λόφον περικυκλῶσαι. ὁρῶν δὲ ταῦτα ὁ Κορνιφίκιος ἐξῄει τῷ πλέονι στρατῷ, βοηθήσων τῷ Λαιλίῳ· καὶ τοῦδε μὲν ὁ Σέξστιος ὄπισθεν γενόμενος ἐξήπτετο συντρέχων, καὶ αὐτὸν ἐπιστρεφόμενος ὁ Κορνιφίκιος ἀπεμάχετο μάλα κακοπαθῶς.
7.56 ὁ δὲ Ἀραβίων ἐν τούτῳ πετροβάταις ἀνδράσιν ἀνέρπουσι διὰ κρημνῶν ἐς τὸ στρατόπεδον τοῦ Κορνιφικίου παρέδυ λαθών. καὶ Ῥώσκιος μὲν ὁ φύλαξ, τοῦ χάρακος ἁλισκομένου, τῶν ὑπασπιστῶν τινι τὴν σφαγὴν ὑπέσχε καὶ ἀνῃρέθη, ὁ δὲ Κορνιφίκιος τῇ μάχῃ κάμνων μετεπήδα πρὸς Λαίλιον ἐς τὸν κολωνόν, οὐκ εἰδώς πω περὶ τοῦ στρατοπέδου· μεταπηδῶντα δʼ αὐτὸν οἱ τοῦ Ἀραβίωνος ἱππέες ἐπιδραμόντες ἔκτειναν. καὶ γιγνόμενα ταῦτα ὁ Λαίλιος ἀπὸ τοῦ λόφου καθορῶν ἑαυτὸν διεχρήσατο. τῶν δʼ ἀρχόντων πεσόντων ὁ στρατὸς κατὰ μέρη διέφυγεν· καὶ ὅσοι τῶν προγεγραμμένων ἦσαν παρὰ τῷ Κορνιφικίῳ, οἱ μὲν ἐς Σικελίαν διέπλεον, οἱ δʼ ὅπῃ δύναιντο ἕκαστος. ὁ δὲ Σέξστιος Ἀραβίωνα μὲν καὶ τοὺς Σιττιανοὺς ἐδωρεῖτο πολλοῖς λαφύροις, τὰς δὲ πόλεις τῷ Καίσαρι καθίστατο, συγγινώσκων ἁπάσαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme