Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

8.59 Κάσσιος οὖν τήνδε τὴν πολιορκίαν σπουδῇ καταλαβὼν τόν τε τοῦ Βάσσου στρατὸν αὐτίκα παρελάμβανεν ἑκόντα καὶ ἐπʼ ἐκείνῳ τὰ Μούρκου τέλη καὶ Μαρκίου, κατά τε φιλίαν αὐτῷ παραδιδόντων καὶ κατὰ τὸ δόγμα τῆς βουλῆς ἐς πάντα ὑπακουόντων. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἀπὸ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων· καὶ αὐτὸν ὁ Κάσσιος ἐν τῇ Παλαιστίνῃ, τῶν ὄντων οὐ προπεπυσμένον, ἄφνω περιέλαβέ τε καὶ ἠνάγκασε προσθέσθαι οἱ καὶ παραδοῦναι τὸν στρατόν, δείσαντα τέσσαρσι τέλεσι μάχεσθαι πρὸς ὀκτώ. οὕτω μὲν ὁ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀρίστων ἀθρόως ἐκράτει. καὶ αὐτῷ τινες καὶ Παρθυαίων ἱπποτοξόται συνεμάχουν, δόξαν ἔχοντι παρὰ τοῖς Παρθυαίοις, ἐξ οὗ Κράσσῳ ταμιεύων ἐμφρονέστερος ἔδοξε τοῦ Κράσσου γενέσθαι.
8.60 Δολοβέλλας δὲ διέτριψε μὲν περὶ τὴν Ἰωνίαν, κτείνων Τρεβώνιον καὶ ταῖς πόλεσιν ἐπιβάλλων ἐσφορὰς καὶ ναυτικὸν ἀγείρων ἐπὶ μισθῷ διὰ Λευκίου Φίγλου παρά τε Ῥοδίων καὶ Λυκίων καὶ Παμφύλων καὶ ἐκ Κιλικίας· ὡς δέ οἱ τάδε ἕτοιμα ἦν· ἐπῄει τῇ Συρίᾳ, κατὰ μὲν τὴν γῆν αὐτὸς μετὰ δύο τελῶν, διὰ δὲ τῆς θαλάσσης ὁ Φίγλος. πυθόμενος δὲ τῆς Κασσίου στρατιᾶς ἐς Λαοδίκειαν οἰκείως ἔχουσάν οἱ παρῆλθεν, ἐπί τε χερρονήσου συνῳκισμένην καὶ τὰ ἐκ τῆς γῆς ὠχυρωμένην καὶ ἐς τὸ πέλαγος ἔχουσαν ὅρμον, ὅθεν ἔμελλεν εὐπορήσειν τε ἀγορᾶς ἀπὸ θαλάσσης καὶ ἀδεῶς, ὅτε βούλοιτο, ἀποπλευσεῖσθαι. ὧν αἰσθανόμενος ὁ Κάσσιος καὶ δεδιώς, μὴ αὑτὸν ὁ Δολοβέλλας διαφύγοι, τόν τε ἴσθμὸν ἔχου διστάδιον ὄντα, λίθους καὶ πᾶσαν ὕλην ἐξ ἐπαύλεων καὶ προαστείων καὶ τάφων συμφέρων, καὶ ἐπὶ ναῦς περιέπεμπεν ἔς τε Φοινίκην καὶ Λυκίαν καὶ Ῥόδον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme