Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

8.63 μετὰ δὲ Λαοδίκειαν ἐπʼ Αἴγυπτον ὥρμα, πυνθανόμενος μὲν Κλεοπάτραν βαρεῖ στόλῳ διαπλευσεῖσθαι πρός τε Καίσαρα καὶ πρὸς Ἀντώνιον, ἐπινοῶν δὲ κωλῦσαί τε τὸν πλοῦν καὶ τίσασθαι τῆς γνώμης τὴν βασιλίδα καὶ πρὸ τῶνδε αὐτὴν Αἴγυπτον ἐνθυμιζόμενος μάλιστα ἐν καιρῷ, τετρυμένην τε ὑπὸ λιμοῦ καὶ ξενικὸν στρατὸν οὐ πολὺν ἔχουσαν, ἄρτι τῶν Ἀλλιηνοῦ στρατιωτῶν ἀποστάντων. οὕτω δὲ αὐτὸν ὁρμῆς καὶ ἐλπίδος ἔχοντα καὶ καιροῦ ὁ Βροῦτος ἐκάλει κατὰ σπουδήν, ὡς ἤδη Καίσαρος καὶ Ἀντωνίου τὸν Ἰόνιον περώντων. ἄκων μὲν δὴ Κάσσιος Αἴγυπτον ἐκ τῶν ἐλπίδων μεθίει καὶ τοὺς Παρθυαίων ἱπποτοξότας ἀπέπεμπε τιμήσας καὶ πρέσβεις πρὸς τὸν βασιλέα αὐτῶν ἔστελλε περὶ μείζονος συμμαχίας, ἣ μετὰ τὸ ἔργον ἀφικνουμένη Συρίαν τε καὶ πολλὰ τῶν ἐγγὺς ἐθνῶν μέχρι Ἰωνίας ἐπέδραμε καὶ ἀνεχώρησεν. αὐτὸς δὲ ὁ Κάσσιος τὸν μὲν ἀδελφιδοῦν ἐν Συρίᾳ μεθʼ ἑνὸς τέλους ἀπέλιπε, τοὺς δὲ ἱππέας προύπεμψεν ἐς Καππαδοκίαν, οἳ Ἀριοβαρζάνην τε ἄφνω κατέκανον ὡς ἐπιβουλεύοντα Κασσίῳ καὶ χρήματα πολλὰ τὰ ἐκείνου καὶ τὴν ἄλλην κατασκευὴν ἐς τὸν Κάσσιον ἐπανήγαγον.
8.64 Ταρσέων δʼ ἐς στάσιν διῃρημένων οἱ μὲν τὸν Κάσσιον ἐστεφανώκεσαν ἐλθόντα πρότερον, οἱ δὲ τὸν Δολοβέλλαν ἐπελθόντα· ἀμφότεροι δὲ τῷ τῆς πόλεως σχήματι ταῦτα ἔπρασσον. καὶ παραλλὰξ αὐτῶν προτιμώντων ἑκάτερον, ὡς εὐμεταβόλῳ πόλει χαλεπῶς ἐχρῶντο ἑκάτεροι· Κάσσιος δὲ νικήσας Δολοβέλλαν καὶ ἐσφορὰν ἐπέθηκεν αὐτοῖς χίλια καὶ πεντακόσια τάλαντα. οἱ δὲ ἀποροῦντές τε καὶ ὑπὸ στρατιωτῶν ἐπειγόντων ἀπαιτούμενοι σὺν ὕβρει, τά τε κοινὰ ἀπεδίδοντο πάντα καὶ τὰ ἱερὰ ἐπὶ τοῖς κοινοῖς, ὅσα εἶχον ἐς πομπὰς ἢ ἀναθήματα, ἔκοπτον. οὐδενὸς δὲ μέρους οὐδʼ ὣς ἀνυομένου, ἐπώλουν αἱ ἀρχαὶ τὰ ἐλεύθερα· καὶ πρῶτα μὲν ἦν παρθένοι τε καὶ παῖδες, ἐπὶ δὲ γυναῖκές τε καὶ γέροντες ἐλεεινοί, βραχυτάτου πάμπαν ὤνιοι, μετὰ δὲ οἱ νέοι. καὶ διεχρῶντο οἱ πλέονες ἑαυτούς, ἕως ὧδε ἔχοντας ὁ Κάσσιος ἐκ Συρίας ἐπανιὼν ᾤκτειρέ τε καὶ τοῦ λοιποῦ τῶν ἐσφορῶν ἀπέλυσε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme