Book 4
9.66
οἱ μὲν δὴ τοιάδε μάλιστα ἔλεγον, ὁ δὲ τὰ μὲν ἄλλα τὸν πόλεμον ἀντὶ λόγων ἔφη κρινεῖν, τὰς δὲ συνθήκας κελεύειν ὅπλα μὴ φέρειν ἐπʼ ἀλλήλους, καὶ ἐπενηνοχέναι Ῥοδίους Κασσίῳ, Δολοβέλλᾳ συμμαχοῦντας, κελεύειν δὲ ἀλλήλοις συμμαχεῖν, Κασσίῳ δὲ δεομένῳ εἰρωνεύεσθαι τὰ περὶ τῆς Ῥωμαίων βουλῆς, φευγούσης καὶ ἁλωμένης ἐν τῷ παρόντι διὰ τοὺς ἐν ἄστει τυράννους, οἳ δώσουσι μὲν αὐτοὶ δίκας, δώσουσι δὲ καὶ Ῥόδιοι τὰ ἐκείνων προτιμῶντες, ἢν μὴ θᾶσσον ἀνέχωνται τῶν κελευομένων. ὧδε μὲν ὁ Κάσσιος αὐτοὺς ἠμείψατο, καὶ οἱ εὖ φρονοῦντες Ῥοδίων μᾶλλον ἐδεδοίκεσαν· τὸ δὲ πλῆθος ἐδημαγώγουν Ἀλέξανδρός τε καὶ Μνασέας ἀναμιμνήσκοντες, ὅτι καὶ Μιθριδάτης πλέοσι ναυσὶν ἐπιπλεύσειε τῇ Ῥόδῳ καὶ Δημήτριος ἔτι πρὸ τοῦ Μιθριδάτου.
9.67
οἱ μὲν δὴ τὸν Ἀλέξανδρον ἐκ τούτων εἵλοντο σφίσι πρυτανεύειν, ἥπερ ἐστὶν ἀρχὴ παρʼ αὐτοῖς μάλιστα αὐτοκράτωρ, καὶ ναυαρχεῖν Μνασέαν, ἔπεμπον δʼ ὅμως ἐς τὸν Κάσσιον ἔτι πρεσβευτὴν Ἀρχέλαον, ὃς ἐν Ῥόδῳ τὰ Ἑλληνικὰ διδάσκαλος γεγένητο τῷ Κασσίῳ, δεησόμενον ἤδη τόνδε τοῦ Κασσίου λιπαρέστερον· καὶ ἐδεῖτο, τῆς δεξιᾶς λαβόμενος, ὡς γνωρίμου.
9.67
μὴ πόλιν ἀναστήσῃς Ἑλληνίδα φιλέλλην ἀνήρ, μὴ Ῥόδον φιλελεύθερος ἀνήρ· μηδὲ αἰσχύνῃς ἀξίωμα Δώριον, οὐχ ἡσσημένον, ἐξ οὗ γεγόναμεν, μηδὲ ἐκλάθῃ καλῆς ἱστορίας ἧς ἔμαθες ἐν Ῥόδῳ τε καὶ ἐν Ῥώμῃ, ἐν Ῥόδῳ μέν, ὅσα Ῥόδιοι κατὰ πόλεις καὶ πρὸς βασιλέας, ἄλλους τε καὶ τοὺς μάλιστα ἀμάχους δόξαντας εἶναι, Δημήτριον καὶ Μιθριδάτην, ὑπὲρ ἐλευθερίας ἔπραξαν, ὑπὲρ ἧς δὴ καὶ σὺ φῂς τάδε κάμνειν· ἐν Ῥώμῃ δέ, ὅσα ὑμῖν αὐτοῖς καθʼ ἑτέρων καὶ κατʼ Ἀντιόχου τοῦ μεγάλου συνεμαχήσαμεν, ὧν εἰσὶν ὑπὲρ ἡμῶν ἀνάγραπτοι στῆλαι παρʼ ὑμῖν.