Book 4
9.68
τάδε μὲν δὴ καὶ γένους ἕνεκα καὶ ἀξιώσεως ἡμῶν καὶ τύχης ἐς τὸ νῦν ἀδουλώτου καὶ συμμαχίας καὶ προαιρέσεως ἐς ὑμᾶς, ὦ Ῥωμαῖοι, λελέχθω· πρὸς σὲ δέ, ὦ Κάσσιε, καὶ αἰδώς τις ἔστιν ἐξαίρετος ἔς τε τὴν πόλιν καὶ τὴν ἐν αὐτῇ τροφήν τέ σου καὶ παίδευσιν καὶ διατριβὴν καὶ ἑστίαν, ἣν ᾤκησας, καὶ τοὐμὸν διδασκαλεῖον αὐτὸ καὶ ἐμέ, ἐλπίσαντα μὲν ἐς ἕτερα τούτοις ποτὲ ἐναβρυνεῖσθαι, νῦν δὲ ὑπὲρ τῆς πατρίδος αὐτὰ δαπανῶντα, ἵνα μηδʼ αὐτή σοι πολεμεῖν ἀναγκάζηται πεπαιδευμένῳ τε ὑφʼ αὑτῆς καὶ τεθραμμένῳ μηδὲ γένηται δυοῖν ὑπʼ ἀνάγκης θάτερον, ἢ Ῥοδίους ἀποθανεῖν πάντως ἢ Κάσσιον ἡσσᾶσθαι. συμβουλεύω δὲ ἐπὶ τῇ παρακλήσει, τοιῶνδέ σε ὑπὲρ τῆς Ῥωμαίων πολιτείας ἁπτόμενον ἔργων θεοὺς ἡγεμόνας αἰεὶ ποιεῖσθαι παντὸς ἔργου. θεοὺς δʼ ὠμόσατε, ὅτε ἡμῖν ἔναγχος διὰ Γαΐου Καίσαρος συνετίθεσθε καὶ σπονδὰς ἐπὶ τοῖς ὅρκοις ἐσπένδετε καὶ δεξιὰς ἐτίθεσθε, αἳ καὶ παρὰ πολεμίοις ἰσχύουσιν, οὐ παρὰ φίλοις καὶ τροφεῦσιν; φείδου δὲ ἐπὶ τοῖς θεοῖς καὶ δόξης τῆς κατὰ ἀνθρώπους· ὡς οὐδέν ἐστι συνθηκῶν παραβάσεως μᾶλλον, ὃ τοὺς ἁμαρτάνοντας ἀπίστους ἐς ἅπαντα ποιεῖ καὶ φίλοις καὶ πολεμίοις.
9.69
ταῦτʼ εἰπὼν ὁ πρεσβύτης οὐ μεθίετο τῆς χειρός, ἀλλʼ ἐπεδάκρυεν αὐτῇ, ὡς ἐρυθριᾶσαι μὲν ἐπὶ τῷ σχήματι τὸν Κάσσιον καὶ παθεῖν τι ὑπὸ αἰδοῦς, ὑφελόντα δὲ ὅμως εἰπεῖν·