Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

9.69 εἰ μὲν οὐ συνεβούλευσας Ῥοδίοις μὴ ἀδικεῖν με, σύ με ἠδίκεις· εἰ δὲ διδάσκων οὐκ ἔπεισας, ἀμυνῶ σοι. ἠδικούμην δὲ δή που σαφῶς τὸ μὲν πρῶτον ἀδίκημα συμμαχίαν αἰτῶν καὶ παρορώμενος ὑπὸ τῶν παιδευσάντων καὶ θρεψάντων, τὸ δὲ ἑξῆς προτιμώντων μου Δολοβέλλαν, ὃν οὐκ ἐπαίδευσαν οὐδὲ ἀνέθρεψαν, τὸ δὲ ἀνιαρότερον, ἐμοῦ μὲν καὶ Βρούτου καὶ ὅσων ὁρᾶτε ἀπὸ τῆς βουλῆς ἀρίστων ἀνδρῶν φευγόντων τυραννίδα καὶ τὴν πατρίδα ἐλευθερούντων, ὦ Ῥόδιοι φιλελεύθεροι, Δολοβέλλα δὲ αὐτὴν καταδουλοῦντος ἑτέροις, οἷς δὴ καὶ ὑμεῖς εὔνως ἔχοντες ὑποκρίνεσθε ἐξίστασθαι τοῖς ἐμφυλίοις ἡμῶν. ἔστι δὲ ἐμφύλια μέν, εἰ καὶ ἡμεῖς δυναστείας ὠρεγόμεθα, πόλεμος δὲ σαφὴς τὸ γιγνόμενόν ἐστι δημοκρατίας πρὸς μοναρχίαν. καὶ δημοκρατίαν ἀβοήθητον καταλείπετε οἱ παρακαλοῦντες ὑπὲρ αὐτονομίας· φιλίαν τε Ῥωμαίοις προφέροντες οὐκ ἐλεεῖτε ἀκρίτους ἐπὶ θανάτῳ καὶ δημεύσει προγραφομένους, ἀλλʼ ὑποκρίνεσθε πεύσεσθαι τῆς βουλῆς τῆς ταῦτα πασχούσης καὶ οὐδὲ ἀμύνειν ἑαυτῇ πω δυναμένης. ἡ δʼ ὑμῖν ἤδη προαπεκρίνατο, ἐν οἷς ἐψηφίσατο τοὺς ἀμφὶ τὴν ἕω πάντας ἀμύνειν ἐμοί τε καὶ Βρούτῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme