Book 4
9.70
σὺ δέ, εἰ μέν ποτε ἡμῖν περικτωμένοις τι συνεπράξατε, ὧν εὐεργεσίας καὶ μισθοὺς ἀντικεκόμισθέ που, καταλογίζῃ, ὅτι δὲ ἡμῖν ἐς τὴν ἐλευθερίαν καὶ σωτηρίαν ἀδικουμένοις οὐ συμμαχεῖτε, ἐπιλανθάνῃ· οὓς εἰκὸς ἦν, εἰ καὶ μηδὲν ἡμῖν ἐς ἀλλήλους ὑπῆρχεν, ἀλλὰ νῦν ἄρχειν ἐθελοντὰς ὑπερμαχῆσαι τῆς Ῥωμαίων δημοκρατίας, Δωριέας ὄντας. οἳ δʼ ἀντὶ τοιούτων ἔργων καὶ λογισμῶν συνθήκας ἡμῖν προφέρετε, γενομένας μὲν ὑμῖν καὶ τάσδε πρὸς Γάιον Καίσαρα, τῆσδε τῆς μοναρχίας ἡγεμόνα· λέγουσι δʼ ὅμως αἱ συνθῆκαι Ῥωμαίους καὶ Ῥοδίους ἐν ταῖς χρείαις ἀλλήλοις ἀμύνειν. ἀμύνατε οὖν ἐς τὰ μέγιστα κινδυνεύουσι Ῥωμαίοις. Κάσσιος ὑμῖν ἐστιν ὁ τὰς συνθήκας τάσδε προφέρων καὶ ἐπὶ συμμαχίαν καλῶν, Ῥωμαῖος ἀνὴρ καὶ Ῥωμαίων στρατηγός, ὥς φησι τὸ ψήφισμα τῆς βουλῆς, ἐν ᾧ πάντας ὑπακούειν ἡμῖν ἔταξε τοὺς τοῦ Ἰονίου πέραν. τὰ δʼ αὐτὰ καὶ Βροῦτος ὑμῖν προτείνει ψηφίσματα καὶ Πομπήιος, τὴν θάλασσαν ὑπὸ τῆς βουλῆς ἐπιτετραμμένος, τὰς δʼ ἱκετείας ἐπὶ τοῖς ψηφίσμασι καὶ οἵδε πάντες, ὅσοι φεύγουσιν ἀπὸ τῆς βουλῆς, οἱ μὲν ἐς ἐμὲ καὶ Βροῦτον, οἱ δʼ ἐς Πομπήιον. ἔστι δὲ δή που τὸ συγκείμενον, Ῥωμαίοις Ῥοδίους βοηθεῖν, κἂν καθʼ ἕνα χρῄζωσιν. εἰ δὲ οὔτε στρατηγοὺς ἡμᾶς οὔτε Ῥωμαίους ἔτι, ἀλλὰ φυγάδας ἢ ξένους ἢ κατακρίτους, ὡς οἱ προγράψαντες λέγουσιν, ἡγεῖσθε, οὐ πρὸς ἡμᾶς ἐστιν ὑμῖν ἔτι, ἀλλὰ πρὸς Ῥωμαίους, ὦ Ῥόδιοι, τὰ συγκείμενα· ἡμεῖς δὲ ξένοι καὶ ἀλλότριοι τῶν συνθηκῶν ὄντες πολεμήσομεν ὑμῖν, ἢν μὴ ἐς πάντα κατακούητε.