Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

9.72 τοῦτο μὲν δὴ τῆς ἐν Μύνδῳ Ῥωμαίων τε καὶ Ῥοδίων ναυμαχίας τέλος ἦν, καὶ αὐτὴν γιγνομένην ὁ Κάσσιος ἀπὸ ὄρους καθεώρα· ὡς δὲ ἐπεσκεύασε τὰ σκάφη, διέπλευσεν ἐς Λώρυμα, Ῥοδίων τι φρούριον ἐν τῇ περαίᾳ, καὶ τὸ πεζὸν ἐς τὴν Ῥόδον διεβίβαζεν ἐπὶ ὁλκάδων ὑπὸ Φαννίῳ τε καὶ Λέντλῳ. αὐτὸς δὲ ἐπέπλει ταῖς ὀγδοήκοντα ναυσὶν ἐσκευασμέναις ἐς τὸ φοβερώτατον καὶ περιστήσας τῇ Ῥόδῳ τὸ πεζὸν ὁμοῦ καὶ τὸ ναυτικὸν ἡσύχαζεν ὡς ἐνδωσόντων τι τῶν πολεμίων. οἱ δὲ ἐπανήχθησαν μὲν αὖθις εὐθαρσῶς, δύο δὲ καὶ τότε ναῦς ἀποβαλόντες συνεκλείσθησαν. καὶ ἀναδραμόντες ἐπὶ τὰ τείχη πάντα τε ὅπλων ἐπλήρουν καὶ ἀπεμάχοντο ὁμοῦ τοὺς περὶ τὸν Φάννιον ἀπὸ τῆς γῆς ἐνοχλοῦντας καὶ τὸν Κάσσιον τοῖς πρὸς θαλάσσῃ τείχεσι τὸ ναυτικὸν οὐκ ἀνέτοιμον ἐς τειχομαχίαν ἐπαγαγόντα· ἐλπίζων γάρ τι τοιοῦτον ἐπεφέρετο πύργους ἐπτυγμένους, οἳ τότε ἀνίσταντο. Ῥόδος μὲν δὴ δύο πείραις καμοῦσα ἔκ τε γῆς καὶ θαλάσσης ἐπολιορκεῖτο· καὶ οὐδέν, ὡς ἐν ἔργῳ ταχεῖ καὶ ἀδοκήτῳ, παρεσκεύαστο αὐτοῖς ἐς πολιορκίαν. ὅθεν ἦν εὔδηλον ἁλώσεσθαι τάχιστα τὴν πόλιν ἢ χερσὶν ἢ λιμῷ· καὶ τάδε Ῥοδίων οἱ συνετώτεροι καθεώρων, καὶ Φάννιος αὐτοῖς καὶ Λέντλος διελέγοντο.
9.73 γιγνομένων δʼ ἔτι τούτων ἄφνω Κάσσιος ἦν ἐν μέσῃ τῇ πόλει μετʼ ἐπιλέκτου στρατοῦ, βίας μὲν οὐδεμιᾶς φανείσης οὐδὲ κλιμάκων ἔργου. εἴκαζον δὲ οἱ πολλοί, καὶ δοκεῖ γενέσθαι, τοὺς χαρίεντας αὐτῷ τῶν πολιτῶν ὑπανοῖξαι πυλίδας ἐλέῳ τῆς πόλεως καὶ προμηθείᾳ τροφῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme