Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

10.78 οὐ πολὺ δὲ ὕστερον ἐξέδραμον αὖθις οἱ λοιποὶ περὶ μεσημβρίαν, ἀναχωρούσης πάλιν τῆς τάξεως, καὶ ἐνέπρησαν τὰ μηχανήματα ἅπαντα ἀθρόως. πεπετασμένων δʼ αὐτοῖς τῶν πυλῶν διὰ τὸ πρότερον πάθος, συνεισέπεσον ἀμφὶ δισχιλίους μάλιστα Ῥωμαίων. καὶ ἑτέροις δὲ εἰσωθιζομένοις ἀμφὶ τὴν εἴσοδον ἐπέπεσον αἰφνίδιον αἱ πύλαι, εἴθʼ ὑπό του Ξανθίων εἴτε καὶ αὐτομάτως τῶν χαλαστηρίων διαρραγέντων, ὥστε τῶν ἐσβιασαμένων Ῥωμαίων τοὺς μὲν ἀπολέσθαι, τοὺς δὲ ἔνδον ἀποληφθῆναι, τὰς πύλας οὐ δυναμένους ἔτι ἀνασπάσαι, χωρὶς ἀνασπαστηρίων γενομένας. βαλλόμενοι δʼ ἐν τοῖς στενωποῖς ἄνωθεν ὑπὸ τῶν Ξανθίων, βιασάμενοί ποτε μόλις ἐς τὴν ἀγορὰν ἐγγὺς οὖσαν διέδραμον· κἀνταῦθα τῶν μὲν συμπλεκομένων σφίσι κρατοῦντες, τοξευόμενοι δὲ χαλεπῶς καὶ οὐδὲν ἔχοντες αὐτοὶ τόξον ἢ ἀκόντιον, παρὰ τὸ Σαρπηδόνειον, ἵνα μὴ κυκλωθεῖεν, διέδραμον. οἱ δʼ ἔξω τείχους Ῥωμαῖοι περὶ τῶν ἔνδον ἀγανακτοῦντές τε καὶ δεδιότες, Βρούτου περιθέοντος αὐτούς, ἐς πᾶσαν ἐμερίζοντο πεῖραν, οὔτε τὰς πύλας δυνάμενοι ῥῆξαι σιδήρῳ περιβεβλημένας, οὔτε κλιμάκων ἢ πύργων ἐμπεπρησμένων εὐποροῦντες. ἀλλʼ οἱ μὲν ἐσχεδίαζον κλίμακας, οἱ δὲ κεραίας τοῖς τείχεσι προστιθέντες ὡς διὰ κλιμάκων ἐπεχείρουν, οἱ δὲ καὶ σιδήρια ὀξέα καλωδίοις περιτιθέντες ἐσφενδόνων τὰ σιδήρια ἐς τὸ τεῖχος ἄνω καί, ὅτε καταπαγείη τινὰ αὐτῶν, ἑαυτοὺς ἀνίμων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme