Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

12.89 τοσήδε μὲν στρατιὰ τοῖς ἀμφὶ τὸν Κάσσιον ἐπὶ τοῦ Μέλανος κόλπου διεκρίθη, καὶ τοσῇδε ἐχώρουν ἐπὶ τὸ ἔργον, τὴν λοιπὴν ἔχοντες ἐπὶ τῶν ἀλλαχόθι χρειῶν. καθήραντες δὲ αὐτὴν τοῖς νομιζομένοις ἀνεπλήρουν τὰς ἐκ τῶν ἐπηγγελμένων τισὶν ὀφειλομένας ἔτι δωρεάς, πολλῆς μὲν περιουσίας χρημάτων πεφροντικότες, οἰκειούμενοι δὲ ταῖς δόσεσιν αὐτούς, Γαΐῳ μάλιστα Καίσαρι τοὺς πλέονας ἐστρατευμένους, μή τις ἐς τὴν ὄψιν ἢ ὁμωνυμίαν τοῦ νέου Καίσαρος νεωτερίσειεν ἐλθόντος. καὶ αὖθις ἔδοξε τούτου χάριν καὶ δημηγορῆσαι. βῆμά τε οὖν ἐπήχθη μέγα, καὶ οἱ στρατηγοὶ μετὰ τῶν ἀπὸ τῆς βουλῆς μόνων ἐς αὐτὸ ἀναβάντες, ὁ δὲ στρατὸς αὐτῶν, ὅ τε ἴδιος καὶ συμμαχικός, κάτω περιστάντες, ἥδοντο εὐθὺς ἐπὶ τῇ ὄψει τοῦ πλήθους ἀλλήλων ἑκάτεροι, ἰσχυροτάτῃ σφίσι φανείσῃ· καὶ θάρσος ἦν ἀμφοτέροις αὐτίκα καὶ ἐλπὶς ἰσχυρά, τοσῶνδε στρατηγοῦσιν. αὐτά τε πρῶτα πάντων τάδε τοῖς στρατηγοῖς τὸν στρατὸν ἐς πίστιν συνῆγε· τίκτουσι γὰρ εὔνοιαν ἐλπίδες κοιναί. θροῦ δὲ ὡς ἐν τοσούτοις ὄντος οἵ τε κήρυκες καὶ οἱ σαλπιγκταὶ σιωπὴν ἐποίουν, καὶ γενομένης ποτὲ ὁ Κάσσιος ʽπροῦχε γὰρ ἡλικίᾀ προελθὼν μικρὸν ἐκ τῆς τάξεως ἐς τὸ μέσον ἔλεξεν ὧδε·
12.90 ὁ μὲν ἀγὼν πρῶτον ἡμᾶς, ὦ συστρατιῶται, κοινὸς ὢν ἐς πίστιν ἀλλήλοις συνάγει· συνάπτει δὲ καὶ ὅσα ὑμῖν ὑποσχόμενοι πάντα ἔδομεν, ὃ μεγίστη πίστις ἐστὶ καὶ περὶ ὧν ἐς τὸ μέλλον ὑπισχνούμεθα. αἱ δὲ ἐλπίδες εἰσὶν ἐν τῇ ἀρετῇ, ὑμῶν τε τῶν στρατευομένων καὶ ἡμῶν, οὓς ἐπὶ τοῦ βήματος τοῦδε ὁρᾶτε τοσούσδε καὶ τοιούσδε ἄνδρας ἀπὸ τῆς βουλῆς. ἔστι δὲ καὶ πλῆθος παρασκευῆς, ὅσον ἴστε, σίτου τε καὶ ὅπλων καὶ χρημάτων καὶ νεῶν καὶ συμμάχων κατά τε ἔθνη καὶ βασιλέας. ὥστε τί χρὴ τῷ λόγῳ παρακαλεῖν ἐς προθυμίαν τε καὶ ὁμόνοιαν, οὓς ἥ τε παρασκευὴ καὶ τὰ ἔργα κοινὰ ὄντα συνάγει; περὶ δὲ ὧν διαβάλλουσιν ἡμᾶς δύο ἄνδρες ἐχθροί, ἴστε μὲν αὐτὰ ἀκριβέστατα, καὶ διʼ αὐτὸ συστρατεύεσθε ἡμῖν ἑτοίμως, δοκεῖ δὲ καὶ νῦν ἐπεξελθεῖν ἔτι τὴν αἰτίαν, ἣ μάλιστα ἐπιδείκνυσι τοῦ πολέμου καλλίστην τε οὖσαν ἡμῖν καὶ δικαιοτάτην τὴν πρόφασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme