Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

12.91 ἡμεῖς γὰρ Καίσαρα ἐν μὲν τοῖς πολέμοις συστρατευόμενοί τε αὐτῷ μεθʼ ὑμῶν καὶ στρατηγοῦντες ἐπὶ μέγα ᾔρομεν καὶ φίλοι διετελοῦμεν ὄντες, ὡς μὴ δοκεῖν αὐτὸν διʼ ἔχθραν ὑφʼ ἡμῶν ἐπιβεβουλεῦσθαι. τὰ δὲ ἐς τὴν εἰρήνην ἐπίμεμπτος ἦν, οὐχ ἡμῖν τοῖς φίλοις, ἐπεὶ κἀν τούτοις προετιμώμεθα, ἀλλὰ τοῖς νόμοις καὶ τῷ κόσμῳ τῆς πολιτείας, ὧν οὐδεὶς νόμος οὔτε ἀριστοκρατικὸς κύριος οὔτε δημοτικὸς ἔτι ἦν· ἅπερ ἅπαντα οἱ πατέρες ἡμῶν ἥρμοσαν, ὅτε τοὺς βασιλέας ἐκβαλόντες ἐπώμοσαν καὶ ἐπηράσαντο οὐκ ἀνέξεσθαι βασιλέων ἐς τὸ μέλλον ἑτέρων. ᾧ τινι ὅρκῳ βοηθοῦντες οἱ τῶν ὀμωμοκότων ἔκγονοι καὶ τὰς ἀρὰς ἀπερύκοντες ἀφʼ ἑαυτῶν οὐχ ὑπεμείναμεν ἐς πολὺ περιιδεῖν ἕνα ἄνδρα, εἰ καὶ φίλος ἦν ἡμῖν καὶ χρήσιμος, τά τε κοινὰ χρήματα καὶ στρατόπεδα καὶ χειροτονίας ἀρχῶν ἀπὸ τοῦ δήμου καὶ ἡγεμονίας ἐθνῶν ἀπὸ τῆς βουλῆς ἐς ἑαυτὸν περιφέροντα καὶ νόμον ἀντὶ τῶν νόμων καὶ κύριον ἀντὶ τοῦ δήμου καὶ αὐτοκράτορα ἀντὶ τῆς βουλῆς γιγνόμενον ἐς ἅπαντα.
12.92 ὧν ἴσως ὑμεῖς οὐκ ἀκριβῶς ᾐσθάνεσθε, ἀλλὰ μόνην αὐτοῦ τὴν ἐν τοῖς πολέμοις ἀρετὴν ἑωρᾶτε. νῦν δὲ ῥᾳδίως τε ἂν καὶ ἐκ μόνου τοῦ περὶ ὑμᾶς μέρους καταμάθοιτε. ὁ γὰρ δῆμος ὑμεῖς ἐν μὲν τοῖς πολέμοις ὑπακούετε ἐς πάντα ὡς κυρίοις τοῖς στρατηγοῖς, τὸ δὲ κῦρος τόδε ἐν τοῖς εἰρηνικοῖς ἐφʼ ἡμῖν ἀντιλαμβάνετε αὐτοί, προβουλευούσης μὲν τῆς βουλῆς, ἵνα μὴ σφαλείητε, κρίνοντες δὲ αὐτοὶ καὶ ψηφιζόμενοι κατὰ φυλὰς ἢ λόχους καὶ ἀποφαίνοντες ὑπάτους τε καὶ δημάρχους καὶ στρατηγούς. ἐπὶ δὲ ταῖς χειροτονίαις καὶ τὰ μέγιστα δικάζετε, κολάζοντες ἢ τιμῶντες, ὅτε κολάσεως ἢ τιμῆς ἀξίως ἄρξαιμεν ὑμῶν. ἡ δὲ ἀντίδοσις ἥδε τήν τε ἡγεμονίαν, ὦ πολῖται, ἐς εὐδαιμονίαν ἄκραν ὑπερήγαγε καὶ τοὺς ἀξίους ἐτίμησε, καὶ οἱ τετιμημένοι χάριν εἶχον ὑμῖν. ἀπὸ ταύτης τῆς ἐξουσίας ὕπατον ἐποιήσασθε Σκιπίωνα, ὅτε αὐτῷ περὶ Λιβύην ἐμαρτυρήσατε· καὶ δημάρχους ἐποιεῖσθε ἀνὰ ἔτος ἕκαστον, οὓς ἐβούλεσθε, διοισομένους ἡμῖν ὑπὲρ ὑμῶν, εἰ δέοι. καὶ τί μοι καταλέγειν τὰ πολλά, ὅσα ἴστε;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme