Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

12.95 νῦν μὲν γὰρ ὡς ἔχουσιν, ἴστε. προγράφονται χωρὶς δίκης, καὶ τὰ ὄντα αὐτοῖς δημεύεται, καὶ κτείνονται χωρὶς καταδίκης ἐν οἰκίαις, ἐν στενωποῖς, ἐν ἱεροῖς, ὑπὸ στρατιωτῶν, ὑπὸ θεραπόντων, ὑπὸ ἐχθρῶν, ἐκ μυχῶν ἀνασπώμενοι καὶ διωκόμενοι πανταχῇ, τῶν νόμων τὸν ἐθέλοντα φεύγειν ἐώντων. ἐς δὲ τὴν ἀγοράν, ἐς ἣν οὐδενὸς πολεμίου κεφαλήν, ἀλλὰ ὅπλα μόνα καὶ ἔμβολα νεῶν ἐφέρομεν, ὑπάτων ἄρτι καὶ στρατηγῶν καὶ δημάρχων καὶ ἀγορανόμων καὶ ἱππέων κεφαλαὶ πρόκεινται· καὶ γέρα τούτων ἐστὶ τῶν κακῶν ὡρισμένα. τοῦτο γὰρ ἐπανάστασίς τίς ἐστι πάντων, ὅσα τέως ἦν ὕπουλα, καὶ ἀνδρολήψια αἰφνίδια καὶ μύση ποικίλα γυναικῶν τε καὶ υἱῶν καὶ ἀπελευθέρων καὶ οἰκετῶν. ἐς τοσοῦτον ἤδη καὶ τοὺς τρόπους ἡ πόλις ἐπιτέτριπται. καὶ τῶνδε τοῖς πονηροῖς ἡγεμόνες εἰσὶν οἱ τρεῖς ἄνδρες, αὐτοὶ πρὸ τῶν ἄλλων ἀδελφοὺς καὶ θείους καὶ ἐπιτρόπους προγράψαντες. λέγεταί ποτε πρὸς τῶν ἀγριωτάτων βαρβάρων ἡ πόλις ἁλῶναι· καὶ οὐδενὸς ἀπέτεμνον οἱ Κελτοὶ κεφαλὰς οὐδὲ ἐνύβριζον ἀνῃρημένοις οὐδὲ πολεμοῦσιν ἔτι λαθεῖν ἢ φυγεῖν ἐφθόνουν. οὐδʼ αὐτοί πω πόλιν οὐδεμίαν ὧν δορὶ ἐλάβομεν, τοιαῦτα διεθήκαμεν οὐδὲ ἑτέρους ἐπυθόμεθα διαθεῖναι, οἷα νῦν οὐκ ἰδιῶτις πόλις, ἀλλʼ ἡγεμονὶς ἀδικεῖται πρὸς τῶν αὐτὴν ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινὰ κεχειροτονημένων. τί τοιοῦτον εἰργάσατο Ταρκύνιος; ὃν διὰ μιᾶς γυναικὸς ὕβριν, ἐξ ἔρωτος γενομένην, βασιλέα τε ὄντα ἐξέβαλον καὶ βασιλεύεσθαι διὰ ἓν ἔργον οὐκέτι ὑπέστησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme