Book 4
12.96
καὶ τάδε, ὦ πολῖται, πράσσοντες οἱ τρεῖς ἡμᾶς ἐναγεῖς λέγουσι, καί φασι μὲν ἀμύνειν Καίσαρι, προγράφουσι δὲ τοὺς οὐδʼ ἐπιδημοῦντας, ὅτε ἀνῃρεῖτο. ὧν καὶ οἵδε εἰσὶν οἱ πλέονες, οὓς ὁρᾶτε, διὰ πλοῦτον ἢ γένος ἢ γνώμην δημοκρατικῆς διανοίας προγεγραμμένοι. ᾧ λόγῳ καὶ Πομπήιος μεθʼ ἡμῶν προεγράφη, πόρρω μὲν ὢν περὶ Ἰβηρίαν, ὅτε ἡμεῖς ἐδρῶμεν· ὅτι δέ ἐστι δημοκρατικοῦ πατρός, διὰ τὴν αὐτὴν αἰτίαν ὑπὸ μὲν τῆς βουλῆς κατεκλήθη τε καὶ θαλασσοκράτωρ ἐγένετο, ὑπὸ δὲ τῶν τριῶν προεγράφη. τί δὲ γυναῖκες ἐπὶ Καίσαρι συνέγνωσαν αἱ ἐς ἐσφορὰς προγεγραμμέναι; τί δὲ ὁ δῆμος ὁ μέχρι δέκα μυριάδων τιμᾶσθαι τὰ ὄντα κεκελευσμένος ὑπὸ μηνύμασι καὶ ζημίαις, ᾧ τέλη καινὰ καὶ ἐσφορὰς ἐπιγράφουσι; καὶ τάδε πράσσοντες οὐδʼ ὣς ἀνεπλήρωσαν τοῖς στρατευομένοις σφίσι τὰς δωρεάς. ἡμεῖς δέ, οἷς ἀσεβὲς οὐδὲν εἴργασται, καὶ τὰ ἐπηγγελμένα δεδώκαμεν καὶ ἕτερα ἕτοιμα ἔχομεν ἐς ἀμοιβὰς μείζονας. οὕτως ἡμῖν καὶ τὸ δαιμόνιον, ὡς δίκαια πράσσουσι, συνεπιλαμβάνει.
12.97
ἐπὶ δέ γε τῷ δαιμονίῳ καὶ τὰ πρὸς ἀνθρώπων ὁρᾶν ἔχετε, ἐς τοὺς ὑμῶν πολίτας ἀποβλέποντες, οὓς εἴδετε μὲν στρατηγοῦντας ὑμῶν πολλάκις καὶ ὑπατεύοντας καὶ ἐπαινουμένους, ὁρᾶτε δὲ πρὸς ἡμᾶς ὡς εὐαγεῖς καὶ δημοκρατικοὺς καταπεφευγότας καὶ τὰ ἡμέτερα ᾑρημένους καὶ συνευχομένους ἡμῖν ἐς τὰ λοιπὰ καὶ συναιρομένους. πολὺ γὰρ δικαιότερα ἡμεῖς γέρα τοῖς περισώσασιν αὐτοὺς ἐκηρύξαμεν ὧν ἐκεῖνοι τοῖς ἀναιροῦσιν· οὐδὲ ὁρῶσιν ἡμᾶς Γάιον μέν, ὅτι ἠξίου μόνος ἄρχειν, ἀνῃρηκότας, τοὺς δὲ τὴν ἐκείνου περιποιουμένους ἀρχὴν ὑπερορᾶν μέλλοντας καὶ μὴ ἐς ἑαυτούς, ἀλλʼ ἐς τὸ μέσον τῷ δήμῳ προτιθέντας τὴν πολιτείαν κατὰ τὰ πάτρια. ὡς οὖν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης αἱρουμένων πολεμεῖν ἑκατέρων, ἀλλὰ τῶν μὲν ὑπὲρ δυναστείας καὶ τυραννίδος, ἣν ἐν ταῖς προγραφαῖς ἐπέδειξαν ἤδη, ἡμῶν δὲ οὐδέν, ἀλλʼ ἢ μόνον ἵνα τῆς πατρίδος ἐλευθερωθείσης ἰδιωτεύοιμεν ὑπὸ τοῖς νόμοις, εἰκότως οἵδε τε οἱ ἄνδρες καὶ πρὸ τούτων οἱ θεοὶ τὰ ἡμέτερα κρίνουσι. μεγίστη δὲ ἐλπὶς ἐν πολέμοις ἐστὶ τὸ δίκαιον.