Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

12.98 μηδέ τῳ, εἰ Καίσαρος ἐγένετο στρατιώτης, ἐπὶ νοῦν ἔτι ἴτω· οὐ γὰρ ἐκείνου γε ἦμεν οὐδὲ τότε, ἀλλὰ τῆς πατρίδος, οὐδʼ οἱ διδόμενοι μισθοὶ καὶ δωρεαὶ Καίσαρος ἦσαν, ἀλλὰ τοῦ κοινοῦ, ἐπεὶ οὐδὲ νῦν ἐστε Κασσίου στρατὸς οὐδὲ Βρούτου μᾶλλον ἢ Ῥωμαίων· ἡμεῖς δʼ ἐσμὲν ὑμῖν συστρατιῶται, Ῥωμαίων στρατηγοί. καὶ εἰ τόδε καὶ οἱ πολεμοῦντες ἡμῖν ἐφρόνουν, ἐνῆν ἀκινδύνως ἅπασι τὰ ὅπλα καταθέσθαι καὶ τοὺς στρατοὺς πάντας ἀποδοῦναι τῇ πόλει, κἀκείνην ἑλέσθαι τὰ συνοίσοντα· καὶ εἰ δέχονται ταῦτα, προκαλούμεθα. ἐπεὶ δὲ οὐ δέχονται, οὐδʼ ἂν δέξαιντο ἔτι διὰ τὰς προγραφὰς καὶ ὅσα ἄλλα ἔδρασαν, ἴωμεν, ὦ συστρατιῶται, μετά τε πίστεως ὑγιοῦς καὶ προθυμίας ἀδόλου στρατευσόμενοι Ῥωμαίων τῇ τε βουλῇ καὶ τῷ δήμῳ μόνοις ὑπὲρ ἐλευθερίας.
12.99 ἀναβοησάντων δὲ πάντων ἴωμεν καὶ εὐθὺς ἄγειν ἀξιούντων, ἡσθεὶς ὁ Κάσσιος τῇ προθυμίᾳ κατεκήρυξεν αὖθις σιωπὴν καὶ αὖθις ἔλεγε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme