Book 4
12.100
τροφαὶ δέ, ὃ δυσπορώτατόν ἐστι στρατοῖς μεγάλοις, ἐκείνοις μὲν οὐκ εἰσί, πλὴν ἐκ μόνης Μακεδονίας, ἔθνους ὀρείου, καὶ Θεσσαλίας, χώρας βραχείας· καὶ τάδε χρὴ κατὰ γῆν αὐτοῖς φέρεσθαι κακοπαθοῦσιν. εἰ δʼ ἐκ Λιβύης ἐπάγοιντο ἢ Λευκανίας ἢ Ἰαπυγίας, διακλείσουσι πάντα Πομπήιός τε καὶ Μοῦρκος καὶ Δομίτιος. ἡμῖν δὲ καὶ εἰσὶ καὶ φέρονται καθʼ ἑκάστην ἡμέραν ἀπόνως διὰ θαλάττης ἔκ τε νήσων καὶ ἠπείρων ἁπασῶν, ὅσαι ἀπὸ Θρᾴκης ἐπὶ ποταμὸν Εὐφράτην, καὶ τάδε ἀκωλύτως, οὐδενὸς ἡμῖν ὄντος ὄπισθεν ἐχθροῦ· ὥστʼ ἐφʼ ἡμῖν ἔσται καὶ ταχύνειν τὸ ἔργον καὶ ἐπὶ σχολῆς ἐκτρύχειν τοὺς πολεμίους λιμῷ. τοσάδε μὲν ὑμῖν καὶ τοιάδε ἐστίν, ὦ συστρατιῶται, παρʼ ἀνθρωπίνης φροντίδος ἕτοιμα· τὰ δὲ λοιπὰ αὐτοῖς ἀνὰ λόγον ἀπαντήσειε παρά τε ὑμῶν καὶ παρὰ τῶν θεῶν. ἡμεῖς δʼ ὑμῖν ἐπὶ τοῖς προτέροις ἀποδόντες ἅπαντα, ὅσα ὑπεσχήμεθα, καὶ τὴν πίστιν ὑμῶν ἀμειψάμενοι πλήθει δωρεῶν, ἀμειψόμεθα καὶ τὸ μεῖζον ἔργον ἀξίως αὐτοῦ κατὰ γνώμην θεῶν. καὶ νῦν δέ, ὅσον ἐς προθυμίαν, ἰοῦσιν ἐπὶ τὸ ἔργον ἤδη, συνόδου τῆσδε καὶ λόγων τῶνδε ἕνεκα, ἐπιδώσομεν εὐθὺς ἀπὸ τοῦδε τοῦ βήματος στρατιώτῃ μὲν χιλίας καὶ πεντακοσίας δραχμὰς Ἰταλικάς, λοχαγῷ δὲ πενταπλάσιον καὶ χιλιάρχῃ δὲ τὸ ἀνάλογον.
12.101
ταῦτα εἰπὼν καὶ παρασκευάσας τὸν στρατὸν ἔργῳ καὶ λόγῳ καὶ δωρεαῖς διέλυε τὴν ἐκκλησίαν. οἱ δὲ ἐπιμένοντες ἐπῄνουν ἐπὶ πλεῖστον αὐτόν τε καὶ Βροῦτον καὶ περὶ σφῶν, ὅσα εἰκὸς ἦν, ὑπισχνοῦντο. οἱ δὲ αὐτοῖς τὴν δωρεὰν αὐτίκα διηρίθμουν καὶ ἕτερα ὑπὲρ αὐτὴν κατὰ προφάσεις πολλὰς τοῖς ἀρίστοις. τοὺς δὲ λαμβάνοντας ἀεὶ κατὰ μέρη προαπέλυον, ἐς Δορίσκον, καὶ αὐτοὶ μετʼ ὀλίγον ἐφείποντο. δύο δὲ ἀετοὶ καταπτάντες ἐς τῶν σημείων δύο αἰετοὺς ἀπʼ ἀργύρου πεποιημένους, ἐκόλαπτον αὐτοὺς ἤ, ὡς ἑτέροις δοκεῖ, περιέσκεπον· καὶ παρέμενον δημοσίας τε τροφῆς ὑπὸ τῶν στρατηγῶν ἠξιοῦντο, μέχρι πρὸ μιᾶς τῆς μάχης ἡμέρας ἀπέπτησαν. δύο δʼ ἡμέραις τὸν Μέλανα κόλπον περιοδεύσαντες ἐς Αἶνον ἀφίκοντο καὶ ἐπὶ Αἴνῳ Δορίσκον τε καὶ ὅσα ἄλλα μέχρι Σερρείου ὄρους παράλια.