Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

14.107 οἱ μὲν δὴ χαίροντες τῷ χωρίῳ τὰ στρατόπεδα ὠχύρουν, Ἀντώνιος δὲ ὥδευε μὲν σὺν τῷ στρατῷ μετʼ ἐπείξεως, τὴν Ἀμφίπολιν ἐθέλων ἐς τὴν ὑπηρεσίαν τῆς μάχης προλαβεῖν, ὡς δὲ αὐτὴν εὗρεν ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν, ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε μεθʼ ἑνὸς τέλους, οὗ Πινάριος ἡγεῖτο, αὐτὸς δὲ μάλα θρασέως πολὺ προελθὼν ἐστρατοπέδευεν ἐν τῷ πεδίῳ, σταδίους ὀκτὼ μόνους ἀποσχὼν ἀπὸ τῶν πολεμίων. καὶ εὐθὺς ἦν κατάδηλος ἡ τῶν στρατοπέδων ἐλάττωσίς τε καὶ πλεονεξία. οἱ μὲν γὰρ ἦσαν ἐπὶ κολωνῷ, οἱ δὲ ἐν πεδίῳ, καὶ οἱ μὲν ἐξυλεύοντο ἀπὸ τῶν ὀρῶν, οἱ δʼ ἀπὸ τοῦ ἕλους· καὶ ὑδρεύοντο οἱ μὲν ἐκ ποταμοῦ, οἱ δὲ ἐκ φρεάτων ὧν αὐτίκα ὠρωρύχεισαν· τήν τε ἀγορὰν οἱ μὲν ἀπʼ ὀλίγων σταδίων ἐπήγοντο ἐκ Θάσου, οἱ δὲ ἀπὸ πεντήκοντα καὶ τριακοσίων ἐξ Ἀμφιπόλεως. ἐδόκει γε μὴν ἐξ ἀνάγκης ὁ Ἀντώνιος ὧδε πρᾶξαι, κολωνοῦ μὲν οὐδενὸς ὄντος ἑτέρου, τὸ δʼ ἄλλο πεδίον οἷα κοιλότερον ἐκλιμνάζοντος ἐνίοτε τοῦ ποταμοῦ· παρʼ ὃ καὶ τὰς πηγὰς τῶν ὀρυσσομένων φρεάτων γλυκείας τε καὶ δαψιλοῦς ὕδατος εὕρισκε. τό γε μὴν τόλμημα, εἰ καὶ ἐξ ἀπορίας ἐγένετο, κατέπλησσε τοὺς πολεμίους, ἐγγὺς οὕτω καὶ εὐθὺς ἐξ ἐφόδου σὺν καταφρονήσει παραστρατοπεδεύσαντος. φρούριά τε ἤγειρε πολλὰ καὶ πάντα κατὰ σπουδὴν ὠχύρου τάφροις καὶ τείχεσι καὶ χαρακώμασιν. ὠχύρουν δὲ καὶ οἱ πολέμιοι, ὅσα αὐτοῖς ἐνέλειπεν. ὁ δὲ Κάσσιος τὴν ὁρμὴν τοῦ Ἀντωνίου μανιώδη οὖσαν ὁρῶν διετείχιζεν, ὃ ἔτι μόνον αὐτοῖς ἔλειπεν ἐς τὸ ἕλος ἀπὸ τοῦ στρατόπέδου, διὰ στενότητα ὑπεροφθέν, ὡς μηδὲν ἔτι ἀτείχιστον εἶναι πλὴν κατὰ πλευρὰς Βρούτῳ μὲν τὰ ἀπόκρημνα, Κασσίῳ δὲ τὸ ἕλος καὶ τὴν θάλασσαν ἐπὶ τῷ ἕλει· τὰ δὲ ἐν μέσῳ πάντα διείληπτο τάφρῳ καὶ χάρακι καὶ τείχει καὶ πύλαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme