Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

14.110 ταῦτα δὲ ὁ Ἀντώνιος ἰδὼν περὶ μεσημβρίαν, ὡς εἶχεν, αὐτίκα σὺν ὁρμῇ τε καὶ ὀργῇ τὸν στρατὸν τὸν ἴδιον, ἐπὶ θάτερα τεταγμένον, ἦγεν ἐπιστρέφων εἰς τὸ διατείχισμα τοῦ Κασσίου, μεταξὺ τοῦ ἕλους καὶ τοῦ στρατοπέδου, σιδήρια φέρων καὶ κλίμακας, ὡς ἐξελῶν αὐτὸ καὶ παροδεύσων ἐς τὸ τοῦ Κασσίου στρατόπεδον. γιγνομένου δὲ αὐτῷ τοῦ δρόμου σὺν τόλμῃ πλαγίου τε καὶ πρὸς ἄναντες, κατʼ αὐτὸ δὴ τὸ μεταίχμιον τῶν στρατιῶν ἑκατέρων, περιήλγησαν οἱ τοῦ Βρούτου στρατιῶται ἐπὶ τῇ ὕβρει, ὧδε μάλα θρασέως αὐτοὺς ὄντας ἐνόπλους ἐχθρῶν διαθεόντων, καὶ ἐπέδραμον αὐτοῖς αὐτοκέλευστοι πρό τινος ἐκ τῶν ἡγεμόνων ἐπιτάγματος καὶ ἔκτεινον οἷα πλαγίους ἀθρόως, οὓς καταλάβοιεν. ἀρξάμενοι δʼ ἅπαξ ἔργου καὶ τῷ Καίσαρος στρατῷ τεταγμένῳ μάλιστα κατὰ σφᾶς ἐπέδραμον καὶ τρέψαντες ἐδίωκον, μέχρι καὶ τὸ στρατόπεδον ἐξεῖλον, ὃ κοινὸν ἦν Ἀντωνίῳ τε καὶ Καίσαρι, Καίσαρος αὐτοῦ διʼ ἐνύπνιον ἔνδον οὐκ ὄντος, ἀλλὰ φυλαξαμένου τὴν ἡμέραν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἔγραψεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme