Book 4
15.113
Κάσσιος δὲ ἐξ οὗ τῶν διατειχισμάτων ἐξέωστο καὶ οὐδὲ ἐσελθεῖν ἔτι εἶχεν ἐς τὸ στρατόπεδον, ἀνέδραμεν ἐς τὸν Φιλίππων λόφον καὶ τὰ γιγνόμενα ἐφεώρα. οὐκ ἀκριβῶς δὲ αὐτὰ διὰ τὸν κονιορτὸν οὐδὲ πάντα ὁρῶν, ἀλλʼ ἢ τὸ στρατόπεδον ἑαυτοῦ μόνον εἰλημμένον, ἐκέλευσε Πινδάρῳ τῷ ὑπασπιστῇ προσπεσεῖν οἱ καὶ διαφθεῖραι. διαμέλλοντος δʼ ἔτι τοῦ Πινδάρου προσέθει τις ἀγγέλλων Βροῦτον ἐπὶ θάτερα νικᾶν καὶ τὸ στρατόπεδον τῶν πολεμίων πορθεῖν. ὁ δὲ τούτῳ μὲν τοσόνδε ἀπεκρίνατο· νικῴης, λέγε αὐτῷ, παντελῆ νίκην, ἐς δὲ τὸν Πίνδαρον ἐπιστραφείς, τί βραδύνεις; ἔφη, τί τῆς ἐμῆς αἰσχύνης με οὐκ ἀπαλλάσσεις; Πίνδαρος μὲν δὴ δεσπότην, ὑπέχοντα τὴν σφαγήν, διεχρήσατο. καί τισιν οὕτως ἀποθανεῖν δοκεῖ Κάσσιον. ἕτεροι δὲ αὐτὸν οἴονται, προσιόντων ἐς εὐαγγέλιον ἱππέων Βρούτου, νομίσαντα εἶναι πολεμίους, πέμψαι τὸ ἀκριβὲς εἰσόμενον Τιτίνιον· τὸν δὲ τῶν ἱππέων ὡς Κασσίου φίλον περισχόντων τε σὺν ἡδονῇ καὶ ἐπὶ τῷδε καὶ ἀλαλαξάντων μέγα, τὸν Κάσσιον ἡγούμενον ἐς ἐχθροὺς ἐμπεσεῖν Τιτίνιον τοῦτο φάναι· περιεμένομεν φίλον ἁρπαζόμενον ἰδεῖν, καὶ ἔς τινα σκηνὴν ὑποχωρῆσαι μετὰ τοῦ Πινδάρου καὶ τὸν Πίνδαρον οὐκέτι φανῆναι. διὸ καὶ νομίζουσί τινες οὔπω κεκελευσμένον ἐργάσασθαι.