Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

15.114 Κασσίῳ μὲν δὴ τέλος ἦν τοῦ βίου κατὰ τὴν αὐτοῦ Κασσίου γενέθλιον ἡμέραν, ὧδε τῆς μάχης γενέσθαι συμπεσούσης, καὶ Τιτίνιος ὡς βραδύνας ἑαυτὸν ἔκτεινε· Βροῦτος δὲ Κασσίου τὸν νέκυν περικλαίων, ἀνεκάλει τελευταῖον ἄνδρα Ῥωμαίων, ὡς οὔ τινος ἔτι τοιοῦδε ἐς ἀρετὴν ἐσομένου, ταχυεργίας τε αὐτῷ καὶ προπετείας ἐνεκάλει καὶ ἐμακάριζεν ὁμοῦ φροντίδων καὶ ἀνίας ἀπηλλαγμένον, αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι; παραδοὺς δὲ τὸ σῶμα τοῖς φίλοις, ἔνθα λαθραίως θάψειαν, ἵνα μὴ καταδακρύσειε τὸν στρατὸν ὁρῶντα, αὐτὸς ἄσιτός τε καὶ ἀτημέλητος ἀνὰ τὴν νύκτα πᾶσαν τὸ Κασσίου στρατόπεδον καθίστατο. ἅμα δʼ ἡμέρᾳ τῶν πολεμίων τὸν στρατὸν παρατασσόντων ἐς μάχην, ἵνα μὴ δοκοῖεν ἠλασσῶσθαι, συνεὶς τοῦ ἐνθυμήματος, ὁπλισώμεθα, ἔφη, καὶ ἡμεῖς καὶ ἀνθυποκριθῶμεν ἐλάσσονα παθεῖν. ὡς δὲ παρέταξεν, οἱ μὲν ἀνεχώρουν, ὁ δὲ Βροῦτος ἐπιτωθάσας ἔφη τοῖς φίλοις· οἱ μὲν δὴ προκαλούμενοι ἡμᾶς ὡς κεκμηκότας οὐδὲ ἀπεπείρασαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme