Book 4
2.11
ἀγαθῇ τύχῃ τοίνυν τῶν ὑπογεγραμμένων τῷδε τῷ διαγράμματι μηδεὶς δεχέσθω μηδένα μηδὲ κρυπτέτω μηδὲ ἐκπεμπέτω ποι μηδὲ πειθέσθω χρήμασι. ὃς δʼ ἂν ἢ σώσας ἢ ἐπικουρήσας ἢ συνειδὼς φανῇ, τοῦτον ἡμεῖς, οὐδεμίαν ὑπολογισάμενοι πρόφασιν ἢ συγγνώμην, ἐν τοῖς προγεγραμμένοις τιθέμεθα. ἀναφερόντων δὲ τὰς κεφαλὰς οἱ κτείναντες ἐφʼ ἡμᾶς, ὁ μὲν ἐλεύθερος ἐπὶ δισμυρίαις δραχμαῖς Ἀττικαῖς καὶ πεντακισχιλίαις ὑπὲρ ἑκάστης, ὁ δὲ δοῦλος ἐπʼ ἐλευθερίᾳ τοῦ σώματος καὶ μυρίαις Ἀττικαῖς καὶ τῇ τοῦ δεσπότου πολιτείᾳ. τὰ δʼ αὐτὰ καὶ τοῖς μηνύουσιν ἔσται. καὶ τῶν λαμβανόντων οὐδεὶς ἐγγεγράψεται τοῖς ὑπομνήμασιν ἡμῶν, ἵνα μὴ κατάδηλος ᾖ.
2.11
ὧδε μὲν εἶχεν ἡ προγραφὴ τῶν τριῶν ἀνδρῶν, ὅσον ἐς Ἑλλάδα γλῶσσαν ἀπὸ Λατίνης μεταβαλεῖν.
3.12
πρῶτος δʼ ἦν ἐν τοῖς προγράφουσι Λέπιδος, καὶ πρῶτος ἐν τοῖς προγραφομένοις ὁ ἀδελφὸς ὁ Λεπίδου Παῦλος, καὶ δεύτερος ἦν τῶν προγραφόντων Ἀντώνιος καὶ δεύτερος τῶν προγραφομένων ὁ θεῖος ὁ Ἀντωνίου Λεύκιος, οἵδε μέν, ὅτι πρῶτοι πολεμίους αὐτοὺς ἐψηφίσαντο. τρίτος δὲ καὶ τέταρτος ἦν τῶν ἐν ἑτέρῳ πίνακι προκειμένων ἐς τὸ μέλλον ὑπάτων Πλάγκου μὲν ὁ ἀδελφὸς Πλώτιος, Ἀσινίου δὲ ὁ πενθερὸς Κοΐντιος. καὶ οὐ κατʼ ἀξίωσιν ἄρα μόνην οἵδε τῶν ἄλλων προύκειντο μᾶλλον ἢ ἐς θάμβος καὶ δυσελπιστίαν, μηδένα ῥύσεσθαί τινα προσδοκᾶν. ἦν δὲ καὶ Θωράνιος ἐν τοῖς προγεγραμμένοις, λεγόμενος ὑπό τινων ἐπιτροπεῦσαι Καίσαρος. ἅμα δὲ ταῖς προγραφαῖς αἵ τε πύλαι κατείχοντο καὶ ὅσαι ἄλλαι τῆς πόλεως ἔξοδοί τε καὶ λιμένες ἢ ἕλη καὶ τέλματα ἢ εἴ τι ἄλλο ἐς φυγὴν ὕποπτον ἦν ἢ ἐς λαθραίους καταφυγάς· τήν τε χώραν ἐπετέτραπτο τοῖς λοχαγοῖς ἐρευνᾶν περιθέουσι, καὶ ἐγίγνετο πάντα ὁμοῦ.