Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

15.116 ἀγανακτοῦντες δὲ οἱ ἄνδρες, καὶ μάλιστα αὐτῶν οἱ Ἄρειοι, ὅτι κρείττους ὄντες ἀλκὴν διʼ ἀπραξίας ἀπώλλυντο, οἱ μὲν πρὸ τοῦ πυρὸς ἑαυτοὺς ἀνῄρουν, οἱ δὲ ἐς τὰς τριήρεις τῶν πολεμίων ἐναλλομενοι τὰ μὲν ἔδρων, τὰ δὲ ἔπασχον. νῆές τε ἡμίφλεκτοι μέχρι πολλοῦ περιέπλεον, ἄνδρας ἔχουσαι τοὺς μὲν ὑπὸ τοῦ πυρός, τοὺς δʼ ὑπὸ λιμοῦ καὶ δίψης δαπανωμένους· οἱ δὲ καὶ ἱστῶν ἢ σανίδων ἐχόμενοι ἐς πέτρας ἢ ἀκτὰς ἐξεφέροντο ἐρήμους. καὶ εἰσὶν αὐτῶν, οἳ καὶ περιεσώθησαν ἐκ παραλόγου· τινὲς δὲ καὶ ἐς πέντε διήρκεσαν ἡμέρας, λιχμώμενοι τὴν πίσσαν ἢ ἱστίων ἢ κάλων διαμασώμενοι, μέχρι σφᾶς ὁ κλύδων ἐξήνεγκεν ἐπὶ τὴν γῆν. πολὺ δʼ ἦν, ὃ καὶ τοῖς πολεμίοις ἑαυτὸ ἐπέτρεπεν, ὑπὸ τῶν συμφορῶν ἡσσώμενον. ἐπέτρεψαν δὲ καὶ τῶν τριήρων ἑπτακαίδεκα. καὶ τοὺς μὲν ἄνδρας οἱ περὶ Μοῦρκον ἐς ἑαυτοὺς μεθώρκουν, ὁ δὲ στρατηγὸς αὐτῶν Καλουῖνος ἐπὶ τῆς ἑαυτοῦ νεὼς ἐπανῆλθεν ἐς τὸ Βρεντέσιον ἡμέρᾳ πέμπτῃ, δόξας ἀπολωλέναι.
15.116 τοιοῦτο μὲν δὴ πάθος τῆς αὐτῆς ἡμέρας τῇ περὶ Φιλίππους μάχῃ κατὰ τὸν Ἰόνιον ἐπεγίγνετο, εἴτε ναυάγιον εἴτε ναυμαχίαν ὀνομάσαι χρή· καὶ ἐξέπλησσε τὸ συγκύρημα τῶν ἔργων ὕστερον ἐπιγνωσθέν.
16.117 ὁ δὲ Βροῦτος τὸν στρατὸν ἐς ἐκκλησίαν συναγαγὼν ἔλεξεν ὧδε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme