Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

16.120 τοὺς μὲν οὖν καιροὺς καὶ τὰ ἐς τοῦτον ἔργα ἐπιμηχανησόμεθα ἡμεῖς, οὐ μεμπτοὶ καὶ τῆς ἐχθὲς ὁρμῆς τε καὶ μηχανῆς ὑμῖν γενόμενοι· τὴν δʼ ἀρετὴν ὑμεῖς, ὅταν αἰτῆσθε, ἀποδίδοτε τοῖς στρατηγοῖς. μηδὲ ἄχθεσθε τῆς ἐχθὲς ἁρπαγῆς μηδʼ ἐπʼ ὀλίγον· οὐ γὰρ ἐν οἷς ἔχομέν ἐστι τὸ πλουτεῖν, ἀλλʼ ἐν τῷ κρατεῖν ταῖς δυνάμεσιν, ὃ καὶ τὰ ἐχθὲς ἀφαιρεθέντα, ἔτι ὄντα παρὰ τοῖς πολεμίοις σῶα, καὶ τὰ πολέμια αὐτὰ ἐπʼ ἐκείνοις κρατοῦσιν ἡμῖν ἀποδώσει. καὶ εἰ ἐπειγόμεθα αὐτὰ λαβεῖν, ἐπειγώμεθα ἐπὶ τὴν μάχην. ἱκανὰ δὲ καὶ ἐχθὲς ἀντειλήφαμεν αὐτῶν καὶ τῶν ἡμετέρων ἴσως ἱκανώτερα· οἱ μὲν γὰρ ἐκ τῆς Ἀσίας πάνθʼ, ὅσα ἐβιάσαντο καὶ ἥρπασαν, ἐπήγοντο, ὑμεῖς δʼ ὡς ἐκ πατρίδος ἰόντες τὰ μὲν δαψιλέστερα οἴκοι ὑπελίπεσθε, τὰ δʼ ἀναγκαῖα μόνα ἐπήγεσθε. εἰ δέ τι καὶ δαψιλὲς ἦν, ἡμέτερον ἦν τῶν στρατηγῶν, οἳ πάντα ἐσμὲν ὑπὲρ τῆς ὑμετέρας νίκης ἐπιδιδόναι πρόθυμοι. καὶ τῆς τοιαύτης δʼ ὅμως ζημίας ὑμῖν ἕνεκα ἐπιδώσομεν νικητήρια, δραχμὰς ἑκάστῳ στρατιώτῃ πεντακισχιλίας, λοχαγῷ δὲ πεντάκις τοσαύτας, χιλιάρχῃ δὲ τὸ διπλάσιον τοῦ λοχαγοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme