Book 4
16.123
τῷ δὲ αὐτῷ μὲν ἔγνωστο τὰ ἀπʼ ἀρχῆς, καὶ μᾶλλον ἔτι πυνθανομένῳ περί τε τοῦ λιμοῦ καὶ περὶ τῇς κατὰ τὸν Ἰόνιον εὐπραξίας καὶ τῶν πολεμίων ὁρῶντι τὴν ἐκ τῆς ἀπορίας ἀπόνοιαν· καὶ ᾑρεῖτο πολιορκίας καὶ ἄλλου παντὸς ἀνέχεσθαι, μᾶλλον ἢ ἐς χεῖρας ἰέναι ἀνδράσιν ἐπειγομένοις ὑπὸ λιμοῦ, καὶ ἀπογινώσκουσιν ἐκ τῶν ἄλλων ἑαυτοὺς καὶ ἐν μόναις ταῖς χερσὶ τὴν ἐλπίδα ἔχουσιν. ὁ δὲ στρατὸς οὐχ ὁμοίως εἶχεν ὑπὸ ἀφροσύνης, ἀλλʼ ἐδυσφόρουν γυναικῶν τρόπον ἔνδον μετὰ ἀπραξίας καὶ φόβου κατακεκλεισμένοι. ἐδυσχέραινον δὲ καὶ οἱ ἡγεμόνες αὐτῶν, ἐπαινοῦντες μὲν τὸ ἐνθύμημα τοῦ Βρούτου, νομίζοντες δὲ καὶ θᾶσσον ἐπικρατήσειν τῶν πολεμίων μετὰ προθύμου στρατοῦ. αἴτιον δὲ τούτων ἦν αὐτὸ τὸ Βροῦτον ἐπιεικῆ καὶ φιλόφρονα ἐς ἅπαντας εἶναι καὶ ἀνόμοιον Κασσίῳ, αὐστηρῷ καὶ ἀρχικῷ περὶ πάντα γεγενημένῳ· ὅθεν ἐκείνῳ μὲν ἐξ ἐπιτάγματος ὑπήκουον, οὐ παραστρατηγοῦντες οὐδὲ τὰς αἰτίας μανθάνοντες οὐδὲ εὐθύνοντες, ὅτε καὶ μάθοιεν, Βρούτῳ δὲ οὐδὲν ἄλλʼ ἢ συστρατηγεῖν ἠξίουν διὰ πραΰτητα. τέλος δὲ τοῦ στρατοῦ φανερώτερον ἤδη κατὰ ἴλας καὶ κατὰ συστάσεις διαπυνθανομένου· τί κατέγνωκεν ἡμῶν ὁ στρατηγός; τί ἔναγχος ἡμάρτομεν οἱ νικήσαντες, οἱ διώξαντες, οἱ τοὺς καθʼ ἡμᾶς πολεμίους κατακανόντες, οἱ τὸ στρατόπεδον αὐτῶν ἑλόντες; Βροῦτος ἑκὼν ἠμέλει καὶ ἐς ἐκκλησίαν οὐ συνῆγε, μὴ ἀπρεπέστερον ὑπὸ τοῦ πλήθους ἀλογίστως ἐκβιασθείη, καὶ μάλιστα μισθοφόρων, οἷς ἐστιν αἰεί, καθὰ καὶ τοῖς εὐχερέσιν οἰκέταις ἐς ἑτέρους δεσπότας, ἐλπὶς ἐς σωτηρίαν ἡ ἐς τὸ ἀντίπαλον μεταβολή.