Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

16.124 ἐνοχλούντων δὲ αὐτῷ καὶ τῶν ἡγεμόνων καὶ κελευόντων νῦν μὲν ἀποχρήσασθαι τοῦ στρατοῦ τῇ προθυμίᾳ, τάχα τι λαμπρὸν ἐργασομένου, ἢν δʼ ἀντιπίπτῃ τι παρὰ τὴν μάχην, ἐπανιέναι πάλιν ἐς τὰ τείχη καὶ προβάλλεσθαι τὰ αὐτὰ χαρακώματα, χαλεπήνας ὁ Βροῦτος τοῖσδε μάλιστα ἡγεμόσιν οὖσι καὶ περιαλγήσας, ὅτι τὸν αὐτόν οἱ κίνδυνον ἐπικείμενοι συμφέρονται τῷ στρατῷ κουφόνως, ἀμφίβολον καὶ ὀξεῖαν τύχην προτιθέντι νίκης ἀκινδύνου, εἶξεν ἐπʼ οἰκείῳ καὶ σφῶν ἐκείνων ὀλέθρῳ, τοσόνδε ἐπιμεμψάμενος αὐτοῖς· ἐοίκαμεν ὡς Πομπήιος Μάγνος πολεμήσειν, οὐ στρατηγοῦντες ἔτι μᾶλλον ἢ στρατηγούμενοι. καί μοι δοκεῖ τόδε μόνον ἐξειπεῖν, ἐπικρύπτων, ὃ ἐδεδοίκει μάλιστα, μὴ ὁ στρατὸς οἷα τοῦ πάλαι Καίσαρος γεγονὼς ἀγανακτήσειέ τε καὶ μεταβάλοιτο· ὅπερ ἐξ ἀρχῆς αὐτός τε καὶ Κάσσιος ὑφορώμενοι ἐς οὐδὲν ἔργον αὐτοῖς πρόφασιν ἀγανακτήσεως ἐπὶ σφίσιν ἐνεδίδουν.
16.125 ὧδε μὲν δὴ καὶ ὁ Βροῦτος ἐξῆγεν ἄκων καὶ ἐς τάξεις διεκόσμει πρὸ τοῦ τείχους καὶ ἐδίδασκε μὴ πολὺ προύχειν τοὺ λόφου, ἵνα αὐτοῖς ἥ τε ἀναχώρησις, εἰ δεήσειεν, εὐχερὴς εἴη καὶ τὰ ἐς τοὺς πολεμίους ἀφιέμενα ἐπιδέξια. ἦν δὲ ἑκατέρωθεν παρακέλευσίς τε πάντων ἐς ἀλλήλους καὶ φρόνημα ἐπὶ τῷ ἔργῳ μέγα καὶ θρασύτης ν̔πὲρ λόγον ἀναγκαῖον, τοῖς μὲν ὑπὸ δέους λιμοῦ, τοῖς δὲ ὑπὸ αἰδοῦς δικαίας, βιασαμένοις τὸν στρατηγὸν ἀναβαλλόμενον ἔτι, μὴ χείροσιν ὧν ὑπέσχοντο ὀφθῆναι μηδὲ ἀσθενεστέροις ὧν ἐθρασύνοντο, μηδὲ προπετείας ὑπευθύνοις μᾶλλον ἢ ἀξιεπαίνοις εὐβουλίας. ἃ καὶ ὁ Βροῦτος αὐτοῖς, ἐπὶ ἵππου περιθέων, σοβαρῷ τῷ προσώπῳ προενέφαινε καὶ διʼ ὀλίγων ὑπεμίμνησκεν, ὅσων ὁ καιρὸς ἐδίδου· ὑμεῖς ἠθελήσατε μάχεσθαι, ὑμεῖς με ἑτέρως ἔχοντα νικᾶν ἐβιάσασθε· μὴ δὲ ψεύσησθε τῆς ἐλπίδος μήτε ἐμὲ μήτε αὑτούς. ἔχετε καὶ λόφον σύμμαχον καὶ τὰ κατὰ νώτου πάντα ἴδια. οἱ πολέμιοι δʼ εἰσὶν ἐν ἀμφιβόλῳ· μεταξὺ γάρ εἰσιν ὑμῶν τε καὶ λιμοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme