Book 5
3.25
Τετάρακτο δὲ αὐτῷ καὶ τὰ τῆς Ἰταλίας ἔξω. Πομπήιος γὰρ ἐκ τῶν προγραφῶν καὶ κατοικίσεων τοῦ στρατοῦ καὶ τῆσδε τῆς Λευκίου διαφορᾶς ἐπὶ μέγα δόξης καὶ δυνάμεως ἦρτο. οἱ γὰρ περὶ σφῶν δεδιότες ἢ τὰ ὄντα ἀφαιρούμενοι ἢ τὴν πολιτείαν ὅλως ἀποστρεφόμενοι ἐς αὐτὸν ἐχώρουν μάλιστα· καὶ ἡ ἄλλη νεότης ὡρμημένη στρατεύεσθαι διὰ τὰ κέρδη καὶ οὐδὲν ἡγούμενοι διαφέρειν, ὑφʼ ὅτῳ στρατεύσονται, Ῥωμαίοις πανταχοῦ συστρατευόμενοι, μᾶλλον ἐς τὸν Πομπήιον ἐχώρουν ὡς δικαιότερα αἱρούμενον. γεγένητό τε πλούσιος ἐκ τῆς θαλασσίου λείας καὶ ναῦς εἶχε πολλὰς καὶ πληρώματα ἐντελῆ. Μοῦρκός τε ἀφῖκτο αὐτῷ δύο ἄγων στρατοῦ τέλη καὶ τοξότας πεντακοσίους καὶ χρήματα πολλὰ καὶ ναῦς ὀγσοήκοντα· καὶ τὸν ἄλλον στρατὸν ἐκ Κεφαληνίας μετεπέμπετο. ὅθεν τισὶ δοκεῖ τότε ὁ Πομπήιος ἐπελθὼν εὐμαρῶς ἂν τῆς Ἰταλίας κρατῆσαι, ὑπό τε λιμοῦ καὶ στάσεως διεφθαρμένης καὶ ἐς αὐτὸν ἀφορώσης.
3.26
ἀλλὰ Πομπηίῳ μὲν ὑπὸ ἀφροσύνης οὐκ ἐπιχειρεῖν, ἀλλὰ ἀμύνεσθαι μόνον ἐδόκει, μέχρι καὶ τοῦδε ἥσσων ἐγένετο· ἐν δὲ Λιβύῃ Σέξστιος, ὕπαρχος Ἀντωνίου, παρεδεδώκει μὲν ἄρτι τὸν στρατόν, ὑπὸ Λευκίου κεκελευσμένος, Φάγγωνι τῷ Καίσαρος, ἐπισταλὲν αὖθις ἀναλαμβάνειν αὐτὸν οὐκ ἀποδιδόντι τῷ Φάγγωνι ἐπολέμει, συναγαγών τινας τῶν ἀπεστρατευμένων καὶ Λιβύων πλῆθος ἄλλο καὶ ἑτέρους παρὰ τῶν βασιλέων. ἡττηθέντων δὲ τῶν κερῶν ἑκατέρων καὶ ληφθέντων τῶν στρατοπέδων, ὁ Φάγγων ἡγούμενος ἐκ προδοσίας τάδε παθεῖν αὑτὸν διεχρήσατο. καὶ Λιβύης μὲν αὖθις ὁ Σέξστιος ἑκατέρας ἐκράτει· Βόκχον δὲ τὸν Μαυρουσίων βασιλέα Λεύκιος ἔπεισε πολεμεῖν Καρρίνα τῷ τὴν Ἰβηρίαν ἐπιτροπεύοντι τῷ Καίσαρι. Ἀηνόβαρβός τε ἑβδομήκοντα ναυσὶ καὶ στρατοῦ δύο τέλεσι καὶ τοξόταις καὶ σφενδονήταις τισὶ καὶ ψιλοῖς καὶ μονομάχοις περιπλέων τὸν Ἰόνιον ἐπόρθει τὰ τοῖς τρισὶν ἀνδράσιν ὑπήκοα, ἔς τε τὸ Βρεντέσιον ἐπιπλεύσας τῶν Καίσαρος τριήρων τὰς μὲν εἷλε, τὰς δὲ ἐνέπρησε, καὶ τοὺς Βρεντεσίους ἐς τὰ τείχη κατέκλεισε καὶ τὴν χώραν προυνόμευεν.