Book 5
4.38
τὸ μὲν δὴ τέλος τῆσδε τῆς τειχομαχίας, ἐκθυμοτάτης γενομένης, ἐς τοῦτο ἐτελεύτα· ὁ δὲ Καῖσαρ, ἵνα μὴ αὖθις ἐπιτολμήσειαν οἱ πολέμιοι τοῖς τείχεσι, τὴν στρατιάν, ὅση τοῖς γιγνομένοις ἐφήδρευε, παρʼ αὐτὸ τὸ τεῖχος ἵδρυσε καὶ ἐδίδαξεν ἀναπηδᾶν ἐς τὸ τεῖχος ἄλλους ἀλλαχοῦ κατὰ σύνθημα σάλπιγγος· συνεχῶς τε ἀπεπήδων οὐδενὸς ἐπείγοντος, ἵνα διδαχή τε σφίσι καὶ φόβος εἴη τοῖς πολεμίοις. ἀθυμία δὲ ἐπεῖχε τοὺς τοῦ Λευκίου, καί, ὅπερ ἐν τοῖς τοιούτοις εἴωθε γίγνεσθαι, τῆς φυλακῆς οἱ φύλακες ἠμέλουν· ἐκ δὲ τῆς ἀμελείας αὐτομολίαι πολλῶν ἐγίγνοντο, καὶ οὐχ οἱ ἀφανέστεροι τοῦτο μόνοι, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν τινες ἔδρων. ἐνεδίδου τε ὁ Λεύκιος ἤδη πρὸς διαλύσεις ἐλέῳ τοσοῦδε πλήθους ἀπολλυμένου, ἐχθρῶν δέ τινων Καίσαρος περὶ σφῶν δεδιότων ἔτι ἐπεῖχεν. ὡς δὲ ὁ Καῖσαρ ὤφθη τοὺς αὐτομόλους φιλανθρώπως ἐκδεχόμενος καὶ πλείων ὁρμὴ πᾶσιν ἐς τὰς διαλύσεις ἐγίγνετο, δέος ἥπτετο τοῦ Λευκίου, μὴ ἀντιλέγων ἐκδοθείη.