Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

5.43 ἐγὼ τὸν πρὸς σὲ πόλεμον ἠράμην, οὐχ ἵνα σε καθελὼν διαδέξωμαι τὴν ἡγεμονίαν, ἀλλʼ ἵνα τὴν ἀριστοκρατίαν ἀναλάβω τῇ πατρίδι, λελυμένην ὑπὸ τῆς τῶν τριῶν ἀρχῆς, ὡς οὐδʼ ἂν αὐτὸς ἀι τείποις· καὶ γὰρ ὅτε συνίστασθε αὐτήν, ὁμολογοῦντες εἶναι παράνομον, ὡς ἀναγκαίαν καὶ πρόσκαιρον ἐτίθεσθε, Κασσίου καὶ Βρούτου περιόντων ἔτι καὶ ὑμῶν ἐκείνοις οὐ δυναμένων συναλλαγῆναι. ἀποθανόντων δὲ ἐκείνων, οἳ τὸ τῆς στάσεως κεφάλαιον ἦσαν, καὶ τῶν ὑπολοίπων εἴ τινα λείψανα ἔστιν, οὐ τῇ πολιτείᾳ πολεμούντων, ἀλλὰ ὑμᾶς δεδιότων, ἐπὶ δὲ τούτῳ καὶ τῆς πενταετίας παριούσης, ἀνακῦψαι τὰς ἀρχὰς ἐπὶ τὰ πάτρια ἠξίουν, οὐ προτιμῶν οὐδὲ τὸν ἀδελφὸν τῆς πατρίδος, ἀλλʼ ἐλπίζων μὲν ἐπανελθόντα πείσειν ἑκόντα, ἐπειγόμενος δὲ ἐπὶ τῆς ἐμῆς ἀρχῆς γενέσθαι. καὶ εἰ κατῆρξας σύ, μόνος ἂν καὶ τὴν δόξαν εἶχες. ἐπεὶ δὲ δή σε οὐκ ἔπειθον, ᾤμην ἐλθὼν ἐπὶ Ῥώμην καὶ ἀναγκάσαι, πολίτης τε ὢν καὶ γνώριμος καὶ ὕπατος. αἱ μὲν αἰτίαι, διʼ ἃς ἐπολέμησα, αὗται μόναι, καὶ οὔτε ὁ ἀδελφὸς οὔτε Μάνιος οὔτε Φουλβία, οὔτε ἡ κληρουχία τῶν ἐν Φιλίπποις πεπολεμηκότων οὔτε ἔλεος τῶν γεωργῶν τὰ κλήματα ἀφαιρουμένων, ἐπεὶ κἀγὼ τοῖς τοῦ ἀδελφοῦ τέλεσιν οἰκιστὰς ἔδωκα, οἱ τὰ τῶν γεωργῶν ἀφαιρούμενοι τοῖς στρατευσαμένοις διένεμον. ἀλλά με σὺ τήνδε τὴν διαβολὴν αὐτοῖς διέβαλλες, τὴν αἰτίαν τοῦ πολέμου μεταφέρων ἐπὶ τὴν κληρουχίαν ἀπὸ σαυτοῦ, καὶ τῷδε μάλιστα αὐτοὺς ἑλὼν ἐμοῦ κεκράτηκας· ἀνεπείσθησαν γὰρ πολεμεῖσθαί τε ὑπʼ ἐμοῦ καὶ ἀμύνεσθαί με ἀδικοῦντα. τεχνάζειν μὲν δή σε ἔδει πολεμοῦντα· νικήσαντα δέ, εἰ μὲν ἐχθρὸς εἶ τῆς πατρίδος, κἀμὲ ἡγεῖσθαι πολέμιον, ἃ ἔδοξα συνοίσειν αὐτῇ, βουληθέντα μέν, οὐ δυνηθέντα δὲ διὰ λιμόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme