Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

5.47 ὅθεν οὐδὲ ὁ Καῖσαρ ἔτι τῆς γνώμης ἐκράτει, ἀλλὰ μόλις τὴν βοὴν καταπαύσας εἶπε τοῖς ἰδίοις. ὑμεῖς μέν, ὦ συστρατιῶται, οὕτως ἀεί μοι προσενήνεχθε ὡς μηδενὸς ἀτυχῆσαι παρʼ ἐμοῦ δύνασθαι· ἐγὼ δὲ τοὺς μὲν νεοστρατεύτους ὑπʼ ἀνάγκης ἐστρατεῦσθαι Λευκίῳ νομίζω, τουτωνὶ δὲ τῶν συνεστρατευμένων τε πολλάκις ὑμῖν καὶ νῦν ὑφʼ ὑμῶν σῳζομένων ἐπενόουν πυθέσθαι, τί παθόντες ἐξ ἡμῶν ἢ τίνος χάριτος οὐκ ἀξιωθέντες ἢ τί μεῖζον παρʼ ἑτέρου προσδοκῶντες ἐναντία ὅπλα ἤραντο καὶ ἐμοὶ καὶ ὑμῖν καὶ ἑαυτοῖς; ἃ γὰρ ἔκαμνον ἐγώ, πάντα ἦν ὑπὲρ τῆς κληρουχίας, ἧς τοῦ μέρους καὶ τούτοις μετῆν. καὶ εἰ συγχωρεῖτέ μοι, καὶ νῦν πεύσομαι. οὐκ ἐπιτρεπόντων δέ, ἀλλὰ ἀπαύστως παρακαλούντων, συγχωρῶ ὑμῖν, ὅσα βούλεσθε, ἔφη, καὶ ἀφείσθωσαν ἀπαθεῖς τῶν ἡμαρτημένων, ἂν ἐς τὸ μέλλον ὑμῖν ὅμοια φρονῶσιν. ὑπισχνουμένων δʼ ἑκατέρων βοαί τε καὶ χάριτες ἦσαν ἐς τὸν Καίσαρα· καί τισιν αὐτῶν ἐπέτρεψέ τινας καὶ ὑποδέξασθαι, τὸ δὲ πλῆθος ἐκέλευε σκηνοῦν, ἔνθα περ εἱστήκεσαν, ἄπωθεν, ἕως ὁ Καῖσαρ αὐτοῖς πόλεις τε ἐς χειμασίαν καὶ τοὺς ἀπάξοντας ἐς τὰς πόλεις δοίη.
5.48 καθεζόμενος δʼ ἐπὶ τοῦ βήματος ἐκάλει τὸν Λεύκιον ἐκ τῆς Περυσίας μετὰ τῶν ἐν τέλει Ῥωμαίων. καὶ κατῄεσαν πολλοὶ μὲν ἀπὸ τῆς βουλῆς, πολλοὶ δὲ ἀπὸ τῶν καλουμένων ἱππέων, ἐν ὄψει πάντες οἰκτρᾷ καὶ ὀξείᾳ μεταβολῇ. ἅμα δὲ ἐξῄεσαν οὗτοι τῆς Περυσίας, καὶ φρουρὰ τὴν πόλιν περιέστη. ἐπεὶ δὲ ἀφίκοντο, Λεύκιον μὲν ὁ Καῖσαρ ἑαυτῷ παρεστήσατο, τῶν δὲ ἄλλων τοὺς μὲν οἱ φίλοι Καίσαρος, τοὺς δὲ οἱ λοχαγοὶ διέλαβον, προδεδιδαγμένοι πάντες ἐς τιμὴν ἀπάγειν ἅμα καὶ φυλακὴν ἄσημον. τοὺς δὲ Περυσίους ἀπὸ τοῦ τείχους παρακαλοῦντας ἐκέλευσεν ἥκειν, ἄνευ τῆς βουλῆς μόνης· καὶ ἐλθοῦσι συνέγνω. οἱ δὲ βουλευταὶ τότε μὲν φύλαξι παρεδόθησαν, μετʼ οὐ πολὺ δὲ ἀνῃρέθησαν, χωρὶς Αἰμιλίου Λευκίου, ὃς ἐν Ῥώμῃ δικάζων ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος τὴν καταδικάζουσαν ἤνεγκε φανερῶς καὶ πάντας φέρειν ἐκέλευεν ὡς ἐκλυομένους μύσος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme