Book 5
7.61
ὁ δὲ αὐτὸν ἰδὼν ἐν θαύματι ἐποιεῖτο, ὅτι μὴ θᾶσσον ἔλθοι· οὐ γάρ, ἔφη, καὶ τὸν σὸν ἀδελφόν, ἵνʼ ἐχθρὸς ᾖς μοι, περιέσωσα. ὁ δέ πῶς, ἔφη, τοὺς μὲν ἐχθροὺς φίλους ποιῇ, τοὺς δὲ φίλους ἐχθροὺς ἀποκαλεῖς τε καὶ τὸν στρατὸν ἀφαιρῇ καὶ τὰ ἔθνη; καὶ ὁ Καῖσαρ οὐ γάρ, ἔφη, Καληνοῦ τελευτήσαντος ἐχρῆν ἐπὶ μειρακίῳ τῷ Καληνοῦ παιδὶ γενέσθαι τοσαύτας ἀφορμάς, ἀπόντος ἔτι Ἀντωνίου· αἷς καὶ Λεύκιος ἐπαρθεὶς ἐμάνη, καὶ Ἀσίνιος καὶ Ἀηνόβαρβος γειτονεύοντες ἐχρῶντο καθʼ ἡμῶν. ἐπεὶ καὶ τὰ Πλάγκου τέλη κατὰ σπουδὴν κατέλαβον, ἵνα μὴ οἴχοιτο πρὸς Πομπήιον· οἱ γοῦν ἱππέες αὐτῶν διέπλευσαν ἐς Σικελίαν. καὶ ὁ Κοκκήιος ἑτέρως, ἔφη, τάδε λογοποιούμενα οὐδὲ Ἀντώνιος ἐπίστευεν, ἕως ἀπεκλείσθη τοῦ Βρεντεσίου καθάπερ πολέμιος. καὶ ὁ Καῖσαρ οὐδὲν μὲν αὐτὸς ἔφη περὶ τοῦδε προστάξαι ʽοὐδὲ γὰρ προμαθεῖν προσπλέοντα οὐδʼ ἀφικέσθαι μετὰ πολεμίων προσδοκῆσαἰ, Βρεντεσίους δὲ αὐτοὺς καὶ τὸν ὑπολελειμμένον αὐτοῖς διὰ τὰς Ἀηνοβάρβου καταδρομὰς ταξίαρχον αὐτοκελεύστους ἀποκλεῖσαι τὸν Ἀντώνιον, συνθέμενον μὲν ἐχθρῷ κοινῷ Πομπηίῳ, ἐπαγαγόντα δὲ Ἀηνόβαρβον φονέα τοῦ ἐμοῦ πατρός, ψήφῳ καὶ κρίσει καὶ προγραφῇ κατεγνωσμένον καὶ πολιορκήσαντα μὲν τὸ Βρεντέσιον μετὰ Φιλίππους, πολιορκοῦντα δὲ ἔτι τὸν Ἰόνιον ἐν κύκλῳ, ἐμπρήσαντα δὲ τὰς ἐμὰς ναῦς καὶ τὴν Ἰταλίαν λεηλατήσαντα.