Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

9.80 ὁ δὲ Καῖσαρ ἔπεμπεν ἐς Σαρδόνα καὶ Κύρνον τοὺς παραληψομένους, ἃ Μηνόδωρος ἐνεχείριζεν, ἐκρατύνετο δὲ τὰ παράλια τῆς Ἰταλίας φρουρίοις πολλοῖς, μὴ αὖθις αὐτὰ ὁ Πομπήιος ἐπιδράμοι. τριήρεις δὲ ἑτέρας ἐν Ῥώμῃ καὶ ἐν Ῥαβέννῃ προσέτασσε γίγνεσθαι καὶ στρατὸν πολὺν ἐκ τῆς Ἰλλυρίδος μετεπέμπετο· Μηνόδωρόν τε ἐλθόντα ἐλεύθερον εὐθὺς ἀπέφηνεν ἐξ ἀπελευθέρου καὶ ὧν αὐτὸς ἤγαγε νεῶν, ἐπέτρεπεν ἡγεῖσθαι, ὑποστρατηγοῦντα τῷ ναυάρχῳ Καλουισίῳ. ταῦτα μὲν δὴ καθιστάμενος ὁ Καῖσαρ καὶ παρασκευὴν ἔτι πλέονα συνάγων ἐβράδυνε καὶ τὸν Ἀντώνιον οὐ περιμείναντα ἐμέμφετο, τὴν δʼ οὖσαν ἤδη παρασκευὴν ἐκέλευε Κορνιφίκιον ἐκ Ῥαβέννης μεταγαγεῖν ἐς Τάραντα. Κορνιφικίῳ μὲν δὴ χειμὼν περιπλέοντι ἐπιγίγνεται, καὶ μόνη τῶν νεῶν ἡ ναυαρχὶς ἡ γενομένη Καίσαρι διεφθάρη· καὶ ἔδοξε τοῦτʼ ἐς τὰ μέλλοντα σημῆναι. ἐπιπολαζούσης δὲ ὑπονοίας ἔτι, ὡς παρασπόνδως ὁ πόλεμος ὅδε γίγνοιτο, τὴν ὑπόνοιαν ὁ Καῖσαρ ἐκλύων ἐπέστελλε τῇ πόλει καὶ τὸν στρατὸν αὐτὸς ἐδίδασκεν, ὅτι τὰς σπονδὰς ὁ Πομπήιος λῃστεύων τὴν θάλασσαν ἀναλύσειε καὶ τοῦθʼ οἱ λῃσταὶ κατείποιεν αὐτοῦ, κατείποι δὲ καὶ Μηνόδωρος τὴν ὅλην γνώμην, μάθοι δὲ καὶ Ἀντώνιος καὶ διὰ τοῦτο Πελοπόννησον οὐ δοίη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme